Venetus A (Marciana 454 = 822), folio 288, verso
previous | next |
---|---|
msA 288r | msA 289r |
Iliad text (26 lines)
Iliad 22.309: ὅς τ’ εἶσιν πεδίον δὲ διὰ νεφέων ἐρεβεννῶν.
Iliad 22.310: ἁρπάξων ἢ ἄρν’ αμαλὴν. ἢ πτῶκα λαγωὸν.
Iliad 22.311: ὡς Ἕκτωρ οίμησε τινάσσων φάσγανον ὀξύ:
Iliad 22.312: ὡρμήθη δ’ Ἀχιλεὺς , μένεος δ’ ἐμπλήσατο θυμὸν
Iliad 22.313: ἀγρίου. πρόσθεν δὲ σάκος στέρνοιο κάλυψε
Iliad 22.314: καλὸν, δαιδάλεον. κόρυθι δ’ ἐπένευε φαεινῇ:
Iliad 22.315: τετραφάλῳ: καλαὶ δὲ περισσείοντο ἔθειραι.
Commented on by msAint 22.25
Iliad 22.316: χρύσεαι. ἃς Ἥφαιστος ί̈ει λόφον. ἀμφι θαμειάς:
Iliad 22.317: οἷος δ’ ἀστὴρ εῖσι μετ’ ἄστρασι; νυκτὸς ἀμολγῷ.
Iliad 22.318: ἕσπερος. ὃς κάλλιστος ἐν οὐρανῷ ἵ̈σταται ἀστὴρ.
Commented on by msA 22.72c
Iliad 22.319: ὡς αἰχμῆς ἀπέλαμπ’ εὐήκεος. ἣν ὰρ Ἀχιλλεὺς
Commented on by msA 22.73
Iliad 22.320: πάλλεν δεξιτερῇ. φρονέων κακὸν Ἕκτορι δίῳ.
Iliad 22.321: εἰσορόων χρόα καλὸν. ὅπῃ είξειε μάλιστα:
Iliad 22.322: τοῦ δε καὶ ἄλλο. τόσον μὲν ἔχε χρόα χάλκεα τεύχη.
Commented on by msA 22.74
Iliad 22.323: καλὰ, τὰ Πατρόκλοιο βίην ἐνάριξε κατακτὰς.
Iliad 22.324: φαίνετο δ’ ᾗ κληῗδες ἀπ’ ὤμων. αὐχέν’ ἔχουσι
Commented on by msA 22.75
Iliad 22.325: λαυκανίην: ἵνα τε ψυχῆς ὤκιστος ὄλεθρος:
Commented on by msAim 22.31
Iliad 22.326: τῇ ῥ’ ἐπι οἷ, μεμαῶτ’ ἔλασ’ ἔγχεϊ δῖος Ἀχιλλεύς :
Iliad 22.327: ἀντικρὺ δ’ ἁπαλοῖο δι’ αὐχένος ἤλυθ’ ἀκωκή.
Iliad 22.328: οὐδ’ άρ’ ἂπ’ ἀσφάραγον μελίη τάμε χαλκοβάρεια.
Iliad 22.329: ὄφρα τί μιν προτιείποι ἀμειβόμενος ἐπέεσσιν:
Commented on by msA 22.76
Iliad 22.330: ἤριπε δ’ ἐν κονίῃς’. ὃ δ’ ἐπεύξατο δῖος Ἀχιλλεύς :
Iliad 22.331: Ἕκτορ . ἀτάρ που ἔφης Πατροκλῆ ἐξεναρίζων.
Iliad 22.332: σῶς. ἔσσεσθ’, ἐμὲ δ’ οὐδὲν οπίζεο νόσφιν ἐόντα.
Iliad 22.333: νήπιε: τοῖο δ’ ἄνευθεν ἀοσσητὴρ, μέγ’ ἀμείνων
Iliad 22.334: νηυσὶν ἐπὶ γλαφυρῇσιν ἐγὼ μετ’ όπισθε λελείμμην.
Other texts (10 passages)
Scholia group: msAint
msAint 22.25: αἱ πλείους δεῖναι δὲ
Comments on 22.315
Scholia group: msAil
msAil 22.35: ἁπαλήν τρυφεράν
Comments on 22.310@ἀμαλήν
msAil 22.36: τὴν φάρυγγα:
Comments on 22.328@ἀσφάραγον
msAil 22.37: ὑφορω
Comments on 22.332@οπίζεο
Scholia group: msAim
msAim 22.31: τοῦ λαιμοῦ
Comments on 22.325
Scholia group: msA
msA 22.74: τοῦ δὲ καὶ ἄλλο τόσον: ὅτι οὕτως εἴωθε λέγειν ἄλλο τόσον .ἐπειδὰν ἀπολείπῃ τί τοῦ ὄλου μικρὸν τέλος, οἱ δή τοι τόσον μὲν ἔχον τέλος : καὶ ἐνθάδε οὖν τὸ μὲν ἄλλος σῶμα καθώπλιστο γυμνὸν δὲ μόνον διεφαίνετο ἀπο τῶν ώμων ἐπι τὸν αὐχένα⁑
Comments on 22.322
msA 22.75: φαίνετο δ’ ᾗ κληῗδες. ἔν τισι τῶν ὑπομνημάτων φαῖνεν δὲ κληῗδες ἵν’ ᾖ ἐπι τῶν τευχέων τὰ τεύχῃ οὐκ εκάλυπτε τὴν λαυκανίην. ἀλλ εποίει φαίνεσθαι⁑
Comments on 22.324
msA 22.76: ὄφρα τί μιν προειποι . ἀθετεῖται ὅτι γελοῖος, εἰ ἡ μελία ἐπετήδευσεν μὴ ἀποτεμεῖν τὸν ἀσφάραγον ἵνα προσφωνήσῃ τὸν Ἀχιλλέα : ἀπολογούμενοι δε φασιν ὅτι τὸ ἐκ τύχης συμβεβηκὸς αἰτιατικῶς ἐξενήνοχεν. δια τὸ ὅμοιον ἀθετεῖται κἀκεῖνο. εὖθ’ ὅ δεδειπνήκει: ὁ δὲ παύσατο θεῖος ἀοιδός ⁑
Comments on 22.329
msA 22.77: σῶμα δὲ οἴκαδ’ ἐμὸν οτ καὶ οἱ ἐπι τῆς ἰδίας πατρίδος τελευτῶντες δια πυρὸς ἐθάπτοντο ⁑
Comments on 22.342
msA 22.78: Τρῶες καὶ τρώων άλοχοι οτ αντ τοῦ λέχειν ποιήσωτε
Comments on 22.343
previous | next |
---|---|
msA 288r | msA 289r |