Venetus A (Marciana 454 = 822), folio 289, recto

previousnext
msA 288vmsA 289v

Iliad text (25 lines)


Iliad 22.335: ὅς τοι γούνατ’ ἔλυσα: σε μὲν κύνες ἠδ’ οἰωνοὶ


Iliad 22.336: ἑλκήσουσ’ ἀϊκῶς: τὸν δὲ κτεριοῦσιν Ἀχαιοί :

Commented on by msAim 22.32


Iliad 22.337: τὸν δ’ ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ :


Iliad 22.338: λίσσομ’ ὑπὲρ ψυχῆς. καὶ γούνων, σῶν τε τοκήων.


Iliad 22.339: μή με ἔα παρα νηυσὶ κύνας καταδάψαι Ἀχαιῶν .


Iliad 22.340: ἀλλὰ σὺ μὲν χαλκόν τε ἅλις χρυσόν τε δέδεξο


Iliad 22.341: δῶρα τά τοι δώσουσι πατὴρ καὶ πότνια μήτηρ.


Iliad 22.342: σῶμα δὲ οἴκαδ’ ἐμὸν δόμεναι πάλιν. ὄφρα πυρός με

Commented on by msA 22.77


Iliad 22.343: Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα:

Commented on by msA 22.78


Iliad 22.344: τὸν δ’ ὰρ ὑπόδρα ἰ̈δὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς :

Commented on by msAint 22.26


Iliad 22.345: μή με κύον γούνων γουνάζεο, μὴ δὲ τοκήων:


Iliad 22.346: αἲ γάρ πως αὐτόν με μένος καὶ θυμὸς ἀνήῃ

Commented on by msAim 22.33


Iliad 22.347: ὤμ’ ἀποταμνόμενον κρέᾰ έδμεναι, οἷά μ’ ἔοργας:

Commented on by msA 22.79


Iliad 22.348: ὡς οὐκ ἔσθ’ ὃς σῆς γε κύνας κεφαλῆς ἀπαλάλκοι.

Commented on by msA 22.80


Iliad 22.349: οὐδ’ εἴ κεν δεκάκις τε: καὶ εἰκοσινήριτ’ ἄποινα

Commented on by msA 22.81, msA 22.83


Iliad 22.350: στήσώσ’ ἐνθάδ’ ἄγοντες. ὑπόσχωνται δὲ καὶ ἄλλα:


Iliad 22.351: οὐδ’ εἴ κέν σ’ αὐτὸν χρυσῷ ἐρύσασθαι ἀνώγοι

Commented on by msA 22.84


Iliad 22.352: Δαρδανίδης Πρίαμος . οὐδ’ ὡς σὲ γε πότνια μηρ


Iliad 22.353: ἐνθεμένη λεχέεσσι γοήσεται. ὃν τέ κεν αὐτὴ.


Iliad 22.354: ἀλλὰ κύνες τε καὶ οἰωνοὶ κατα πάντα δάσονται:

Commented on by msAim 22.34


Iliad 22.355: τὸν δὲ καταθνῄσκων προσέφη κορυθαίολος Ἕκτωρ :


Iliad 22.356: ῆ σ’ εῦ γινώσκων προτιόσσομαι. οὐδ’ ὰρ ἔμελλον

Commented on by msA 22.85


Iliad 22.357: πείσειν, ῆ γὰρ σοί γε σιδήρεος, ἐ᾿ν φρεσὶ θυμός:


Iliad 22.358: φράζεο νῦν. μή τοί, τι θεῶν μήνιμα γένωμαι


Iliad 22.359: ἤματι τῷ, ὅτε κέν σε Πάρις καὶ Φοῖβος Ἀπόλλων


Other texts (15 passages)


Scholia group: msAint

msAint 22.26: ἐν αλλῷ τὸν δ’ απαμειβομε

Comments on 22.344


Scholia group: msAil

msAil 22.38: αντ τοῦ ζυγοστατῆσαι

Comments on 22.351@ἐρύσασθαι


msAil 22.39: μή πως τῆς ἐκ θεῶν σοι βλάβης αίτιος καταστῶ⁑

Comments on 22.358@μή τοί, τι θεῶν μήνιμα γένωμαι


Scholia group: msAim

msAim 22.32: οἱ περι Ἀντίμαχον ἐπι τὸ γνωριμώτερον ἐλκήσουσι κακῶς ⁑

Comments on 22.336


msAim 22.33: προθυμία με αναπείση⁑

Comments on 22.346


msAim 22.34: οτ αντ όλον

Comments on 22.354


Scholia group: msA

msA 22.79: κρεᾰ ἔδμεναι κατα συστολὴν τὸ α ἀνεγνώσθη ὥσπερ καὶ ἐν τῇ συνηθείᾳ ⁑

Comments on 22.347


msA 22.80: ὡς οὐκ έσθ’ ὡς σῆς γε: βέλτιον προ τούτ τούτου στίζειν, καὶ τὸ ὡς ,εἰς τὸ ούτω μεταλαμβάνειν⁑

Comments on 22.348


msA 22.81: οὐδ’ εἴ κεν δὲ κάκιςτε: σημειοῦνται τινὲς προς τὴν εἰκοσινήριτ λέξιν ὅτι προς εἴκοσι ἐξισοῦμενα εἰκοσ ἀπλᾶ⁑

Comments on 22.349


msA 22.82: οὐδ’ εἴ κεν δὲ κάκιςτε ἤτοι ἀπο τούτων ἀρκτέον ἵνα ὑποστίζωμεν ἄγοντες , καὶ ἀλλὰ , τῆς ἀνταποδόσεως οὔσης οὐδ’ ὡς σέ γε πότνια μηρ . ἢ τοῖς ἄνω προσαπτέον ὡς οὐκ έσθ’ ὃς σης γε κύνας οὐδ’ εἰ κεν δὲ κάκιςτε καὶ τὰ ἑξῆς, ἔσται δὲ ἀπ άλλης ἀρχῆς οὐδ’ ὡς σέ γε πότνια μήτηρ ⁑

Comments on 22.348-22.352


msA 22.83: εἴκοσινήριτ’: ὑφ ἓν ἀναγνωστέον ὡς εἰκοσάβοια ἔσται δὲ προς είκοσιν ἐρίζοντα ὅ ἐστιν ἐξισούμενα: φυλακτέον δὲ ὅτι ὁ είκοσιν ἀριθμὸς εἰς ν καταλήξας συνετέθη⁑

Comments on 22.349


msA 22.84: οὐδ’ εἴ κεν σ’ αὐτὸν. ὅτι ὑπερβολικῶς λέγει: ὁ δὲ Αἰσχυ ἐπ αληθειας ἀνθιστάμενον χρυσὸν πεποίηκε προς τὸ Ἕκτορος σῶμα ἐν Φρυξί ⁑

Comments on 22.351


msA 22.85: ῆ σ’ εὐ γινώσκων. τὸν η σύνδεσμον περισπαστέον: ἔστι γὰρ βεβαιωτικὸς .ἡ διπλὴ δὲ ὅτι ἀπο τῶν ὄσσων ἡ μεταφορὰ προβλέπῳ τῷ νῷ ἀντι τοῦ προέβλεπον ἥλλακται γὰρ ὁ χρόνος καὶ προςτὸ οὐδ’ ἂρ ἔμελλον ὅτι ἀντὶ τοῦ οὐκ εἰκος ῃ με πεισεῖν⁑

Comments on 22.356


msA 22.86: ψυχὴ δ’ ἐκ ῥεθέων πταμένη: σημειοῦνταί τινὲς ὅτι μόνη κάτεισιν εἰς Ἅδου ἡ ψυχὴ, καὶ οὐ δεῖται τῆς Ἑρμοῦ παραπομπῆς ⁑

Comments on 22.362


msA 22.87: ὡς ἄρα τις εἴπεσκε ὅτι οὐ πάντως πρότερον ἔλεγον ἀλλ ἅμα παίοντες ἐπεφώνουν ὥστ’ εἶναι ὡς ἄρα τις ἔλεγε καὶ οὐτήσασκε ⁑

Comments on 22.375


previousnext
msA 288vmsA 289v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1