Venetus A (Marciana 454 = 822), folio 289, verso
previous | next |
---|---|
msA 289r | msA 290r |
Iliad text (26 lines)
Iliad 22.360: ἐσθλὸν ἐόντ’ ὀλέσωσιν ἐνι Σκαιῇσι πύλῃσιν:
Iliad 22.361: ὡς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψεν:
Iliad 22.362: ψυχὴ δ’ ἐκ ῥεθέων πταμένη. Ἄϊδος> δὲ βεβήκει
Commented on by msA 22.86
Iliad 22.363: ὃν πότμον γοόωσα: λιποῦσ’ ἀνδροτῆτα καὶ ἥβην:
Iliad 22.364: τὸν καὶ τεθνειῶτα προσηύδα δῖος Ἀχιλλεύς :
Iliad 22.365: τέθναθι: κῆρα δ’ ἐγὼ τότε δέξομαι, ὁππότε κεν δὴ
Iliad 22.366: Ζεὺς ἐθέλῃ τελέσαι. ἠδ’ ἀθάνατοι θεοὶ ἄλλοι:
Iliad 22.367: ῆ ῥα: καὶ ἐκ νεκροῖο ἐρύσσατο χάλκεον ἔγχος:
Iliad 22.368: καὶ τό γ’ ἄνευθεν ἔθηχ’: ὁδ’ ἀπ’ ὤμων τεύχε’ ἐσύλα
Iliad 22.369: αἱματόεντ’. ἄλλοι δὲ περίδραμον υἷες Ἀχαιῶν
Iliad 22.370: οἳ καὶ θηήσαντο φυὴν καὶ εἶδος ἀγητὸν
Iliad 22.371: Ἕκτορος . οὐδ’ άρα οἵ τις ἀνουτητί γε παρέστη:
Iliad 22.372: ὧδε δέ τις εἴπεσκεν. ἰ̈δὼν ἐς πλησίον ἄλλον:
Iliad 22.373: ὧ πόποι. ῆ μάλα δῆ μαλακώτερος ἀμφαφάασθαι
Iliad 22.374: Ἕκτωρ , ἠ ὅτε νῆας ἐνέπρησεν πυρὶ κηλέῳ:
Iliad 22.375: ὡς ἄρα τις εἴπεσκε καὶ οὐτήσασκε παραστάς:
Commented on by msA 22.87
Iliad 22.376: τὸν δ’ ἐπεὶ ἐξενάριξε ποδάρκης δῖος Ἀχιλλεὺς ,
Iliad 22.377: στὰς. ἐν Ἀχαιοῖσιν . ἔπεα πτερόεντ’ ἀγόρευεν:
Iliad 22.378: ὦ φίλοι. Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες :
Commented on by msA 22.88
Iliad 22.379: ἐπειδὴ τόνδ’ ἄνδρα θεοὶ δαμάσασθαι ἔδωκαν,
Iliad 22.380: ὃς κακὰ πολλ`’ ἔρρεξεν. ὅσ’ οὐ σύμπαντες οἱ ἄλλοι:
Commented on by msAext 22.3, msAim 22.35
Iliad 22.381: εἰ δ’ άγετ’ ἀμφὶ πόλιν σὺν τεύχεσι πειρηθῶμεν:
Iliad 22.382: ὄφρά κ’ έτι γνῶμεν Τρώων νόον, ὅν τιν’ ἔχουσιν:
Iliad 22.383: ἢ καταλείψουσιν πόλιν ἄκρην τοῦδε πεσόντος.
Iliad 22.384: ἦε μένειν μεμάασι. καὶ Ἕκτορος οὐκέτ’ ἐόντος:
Iliad 22.385: ἀλλὰ τί ή μοι ταῦτα φίλος διελέξατο θυμός:
Other texts (7 passages)
Scholia group: msAext
msAext 22.3: ἔρδεσκεν
Comments on 22.380
Scholia group: msAil
msAil 22.40: εθαύμασαν
Comments on 22.370@θηήσαντο
Scholia group: msAim
msAim 22.35: γράφεται ἔρδεσκεν⁑
Comments on 22.380
Scholia group: msA
msA 22.88: ὦ φίλοι Ἀργείων ἡγήτορες, ὅτι Ζηνοδοτ ἀντι τοῦτου πεποίηκεν Ἀτρείδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν . οὐ πάρεστι δὲ ὁ Ἀγαμέμνων ἐπι ταύτης τῆς μάχης. ἀλλ επι τῆς σκηνῆς ἔτι τραυματίας ὦν⁑
Comments on 22.378
msA 22.89: ἐπειδὴ τὸνδ’ ἂρδρα ὅτι τὴν αιτίαν προτέταχεν ἐπειδὴ τόνδ’ ἄνδρα θεοὶ ἔδει δὲ οὕτως εἰ δ’ ἄγετ’ ἀμφι πο συν τευχεσι πειρηθῶμεν //ὄφρα// κ’ ἔτι γνῶμεν Τρώων νόον, ἠ καταλείψουσι πόλιν ἄκρην τοῦδε πεσόντος, ἢ ἐμένειν μεμάασιν , ἐπειδὴ τόνδ’ ἄνδρα θεοὶ δαμάσασθαι ἔδωκαν . ὁ δε Διονύσιος διστάζει μὴ προς τὴν ἀπόλειψιν τοῦ χρόνου παρασκευάζει γὰρ τὸ ἐπειδὴ νῆάς τε καὶ Ἑλλήσποντον ἴ̈κοντο: καὶ ἐπιτὸν ὃς βέβλητο τὰ γὰρ τοιαῦτα ἐσημειοῦντο πρὸς κρίσιν ποιημάτων. ὅτι σπανίως Ὅμηρος κακομέτρους ποιεῖ⁑
Comments on 22.379-22.384
msA 22.90: ᾐράμεθα μέγα κῦδος ἀθετοῦνται στίχοι δύο ὅτι παρα τὴν ἀξίαν Ἀχιλλεως οἱ λόγοι. αὐτὸς γὰρ ἦν ὁ λέγων ὄφρα καὶ Ἕκτωρ εἴσεται ῆ ρα καὶ οἶος ἐπίστηται πολεμίζειν ἡμέτερος θεράπων
Comments on 22.393
msA 22.91: ἀμφοτέρων μετ’ όπισθε ποδῶν ὅτι νῦν τένοντας εἶπεν τὰ διατεταμένα τῶν σφυρῶν νεῦρα ὄπισθεν τῆς κνήμης
Comments on 22.396
previous | next |
---|---|
msA 289r | msA 290r |