Venetus A (Marciana 454 = 822), folio 290, verso

previousnext
msA 290rmsA 291r

Iliad text (25 lines)


Iliad 22.411: Ἴ̈λιος ὀφρυόεσσα πυρὶ σμύχοιτο κατ’ άκρης:

Commented on by msAint 22.28, msA 22.94, msAim 22.38


Iliad 22.412: λαοὶ μέν ῥα γέροντα μόγις ἔχον ἀσχαλόωντα:


Iliad 22.413: ἐξελθεῖν μεμαῶτα πυλάων Δαρδανιάων:


Iliad 22.414: πάντας δ’ ἐλλιτάνευε κυλινδόμενος κατα κόπρον:


Iliad 22.415: ἐξονομακλήδην. ὀνομάζων ἄνδρα ἕκαστον:


Iliad 22.416: σχέσθε φίλοι. καί μ’ οἶον ἐάσατε κηδόμενόν περ

Commented on by msA 22.95, msAim 22.39


Iliad 22.417: ἐξελθόντα πόληος ἱ̈κέσθ’ ἐπι νῆας Ἀχαιῶν :


Iliad 22.418: λίσσωμ’ ἀνέρα τοῦτον. ἀτάσθαλον, ὀβριμοεργόν,


Iliad 22.419: ἤ’ν πως ἡλικίην αἰδέσσεται: ἠδ’ ἐλεήσῃ


Iliad 22.420: γῆρᾰς: καὶ δέ νυ: τῷ γε πατὴρ τοιόσδε τέτυκται


Iliad 22.421: Πηλεὺς . ὅς μιν ἔτικτε: καὶ ἔτρεφε πῆμα γενέσθαι


Iliad 22.422: Τρωσὶ , μάλιστα δ’ εμοὶ περὶ πάντων ἄλγε’ ἔθηκε:


Iliad 22.423: τόσσους γάρ μοι παῖδας ἀπέκτανε τηλεθάοντας:


Iliad 22.424: τῶν πάντων οὐ τόσσον ὀδύρομαι ἀχνύμενός περ.


Iliad 22.425: ὡς ἑνός, οὗ μ’ ἄχος ὀξὺ κατοίσεται Ἄϊδος εἴσω,


Iliad 22.426: Ἕκτορος . ὡς ὄφελεν θανέειν ἐν χερσὶν ἐμῇσι:


Iliad 22.427: τώ κε κορεσσάμεθα κλαίοντέ τε μυρομένω τε,


Iliad 22.428: μήτηρ θ’ ἥ μιν ἔτικτε, δυσάμμορος. ἠδ’ ἐγὼ αὐτός:

Commented on by msA 22.96


Iliad 22.429: ὣς ἔφατο κλαίων: ἐπὶ δὲ στενάχοντο πολῖται:

Commented on by msAint 22.29


Iliad 22.430: Τρῳῇσιν δ’ Ἑκάβη : αδινοῦ ἐξῆρχε γόοιο:


Iliad 22.431: τέκνον. ἐγὼ δειλὴ τί νυ βείομαι αἰνὰ παθοῦσα:

Commented on by msA 22.97, msA 22.100, msAim 22.40


Iliad 22.432: σεῦ ἀποτεθνηῶτος ἀποτεθνειῶτος . ὅ μοι νύκτάς τε καὶ ῆμαρ


Iliad 22.433: εὐχωλὴ κατὰ ἄστυ πελέσκετο. πᾶσί τ’ όνειαρ

Commented on by msA 22.98


Iliad 22.434: Τρωσί τε καὶ Τρῳῇσι κατα πτόλιν: οἵ σε θεὸν ὣς

Commented on by msA 22.99


Iliad 22.435: δειδέχατ’: ῆ γὰρ κέ σφι μάλα μέγα κῦδος έῃσθα


Other texts (12 passages)


Scholia group: msAint

msAint 22.28: ουτ Αριστ ἐμαίχοιτ ⁑

Comments on 22.411


msAint 22.29: γράφεται γέροντες ⁑

Comments on 22.429


Scholia group: msAim

msAim 22.38: οτ θηλυκῶς ἡ Ί̈λιος

Comments on 22.411


msAim 22.39: Ἀρισταρχ πληθυντικῶς κηδομενοί περ

Comments on 22.416


msAim 22.40: Ἀρισταρχ δια τοῦ η βήομαι : βηώσομαι

Comments on 22.431


Scholia group: msA

msA 22.96: δυσάμμορος: τὸ δυσάμμορος ἐπίθετον ἑκατέρωθι δύναται προσδίδοσθαι βέλτιον δὲ ἴσως τοῖς ἑξῆς⁑

Comments on 22.428


msA 22.97: τέκνον ἐγω δειλὴ. στικτέον καὶ μετὰ τὸ τέκνον καὶ μετα τὸ δειλὴ βέλτιον δέ ἐστι συνάπτειν μετὰ τὸτέκνον παντ ἵν’ ᾖ τὸ ἑξῆς τί νυ βείομαι εγὼ δειλη αἰνὰ παθοῦσα ⁑

Comments on 22.431


msA 22.98: εὐχωλὴ κατα άστυ πελέσκετο. καθ εκάστην οὖν ἡμέραν φησὶν ὡς θεῷ σωτῆρι σοι ηὔχοντο: καὶ ὁ ζῶν ἰσόθεος. νῦν οὐδὲ νεκρὸς εὐτυχής ⁑

Comments on 22.433


msA 22.99: κατα πτόλιν οἵ σε θέον: ἐμοὶ μέν φησι δόξα τοῖς δε πολίταις ὄφελος⁑

Comments on 22.434


msA 22.100: τέκνον ἐγὼ δειλὴ τί νυ βείομαι: ἀντι τοῦ ἐς τί ἔτι βιώσω ὅ ἑστι ζήσω: πῶς Ἑκάβη μὲν οὐ πίπτει, Ἀνδρομάχῃ τοῦτο πάσχει: ῥητεόν οὖν ὅτι ἐκείνη μὲν ἐκ τοῦ: κατολίγον. καὶ ἐκ προσαγωγῆς δεξαμένη τὸ πάθος οὐκ ηττήθη τῷ κακῷ τοσοῦτο Ἀνδρομάχῃ δὲ ἀπροσδοκήτως ἐμπεσὸν εἰκότως ἐπεκράτησεν⁑

Comments on 22.431


msA 22.101: ἀλλ’ ἥ γ’ ἱ̈στὸν ὕφαινε. ὅτι ἀσυμπαθὴς ἡ Ἀνδρομάχῃ ἐν τοσούτω θορύβῳ κατ οῖκον ἀτρεμοῦσα καὶ ταῦτα τὴν Ἀχιλλέως ἔφοδον οὐκ ἀγνοοῦσα, ἔοικεν οὖν φησὶν ὁ Ἀρίσταρχ προκαταχρησάμενος ὁ ποιητὴς τῷ τῆς Ἀνδρομάχης προσώπω κατα τὴν προς Έκτορος κοινολογίαν ἀπεσχίσθαι νῦν τοῦ προσώπου⁑

Comments on 22.440


msA 22.102: θρόνα: τὰ βαπτὰ ἔριακατα μετουσίαν ὁμοίως τοῖς ποιοῦσι τὰ ποιούμενα⁑

Comments on 22.441


previousnext
msA 290rmsA 291r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1