Venetus A (Marciana 454 = 822), folio 291, recto
previous | next |
---|---|
msA 290v | msA 291v |
Iliad text (25 lines)
Iliad 22.436: ζωὸς ἐὼν. νῦν, αὖ θάνατος καὶ μοῖρα κιχάνει:
Iliad 22.437: ὡς ἔφατο κλαίουσ’: ἄλοχος δ’ οὔ πω τι πέπυστο
Iliad 22.438: Ἕκτορος : οὐ γὰρ οἵ τις ἐτήτυμος ἄγγελος ἐλθὼν
Iliad 22.439: ἤγγειλ’. ὅττι ῥά οἱ πόσις ἔκτοθι μίμνε πυλάων:
Iliad 22.440: ἂλλ’ ἥ γ’ ϊστὸν ὕφαινε μυχῷ δόμου ὑψηλοῖο.
Commented on by msA 22.101
Iliad 22.441: δίπλακα πορφυρέην. ἒν δὲ θρόνα ποικίλ’ ἔπασσε:
Commented on by msA 22.102, msA 22.103
Iliad 22.442: κέκλετο δ’ ἀμφιπόλοισιν ἐϋπλοκάμοις κατα δῶμα
Iliad 22.443: ἀμφι πυρὶ στῆσαι τρίποδα μέγαν: ὄφρα πέλοιτο
Iliad 22.444: Ἕκτορι θερμὰ λοετρὰ ἔ́κ νοστήσαντι μά́χης
Iliad 22.445: νηπίη: οὐδ’ ἐνόησεν. ὅ μιν μάλα τῆλε λοετρῶν.
Commented on by msAint 22.30
Iliad 22.446: χερσὶν Ἀχιλλῆος δάμασσε γλαυκῶπις Ἀθήνη :
Iliad 22.447: κωκυτοῦ δ’ ἤκουσσε καὶ οἰμωγῆς ἀπὸ πύργου:
Commented on by msA 22.104
Iliad 22.448: τῆς δ’ ἐλελίχθη γυῖα: χαμαὶ δέ οἱ ἔκπεσε κερκίς:
Iliad 22.449: ἡ δ’ αὖτις δμῳῇσιν ἐϋπλοκάμοισι μετηύδα:
Iliad 22.450: δεῦτε δύω μοι ἕπεσθον: ί̈δωμ’ ὅτιν’ ἔργα τέτυκται:
Iliad 22.451: αἰδοίης ἑκυρῆς ὀπὸς ἔκλυον. ἐν δέ μοι αὐτῇ
Iliad 22.452: στήθεσι πάλλεται ῆτορ ἀνα στόμα: νέρθε δὲ γοῦνα
Iliad 22.453: πήγνυται: ἐγγὺς δή τι κακὸν Πριάμοιο τέκεσσιν:
Iliad 22.454: αἲ γὰρ ἀπ’ ούατος εἴη ἐμεῦ ἔπος: ἀλλὰ μάλ’ αἰνῶς
Iliad 22.455: δείδω. μὴ δή μοι θρασὺν Ἕκτορα δῖος Ἀχιλλεὺς
Iliad 22.456: μοῦνον ἀποτμήξας πόλιος. πεδίον δὲ δίηται:
Iliad 22.457: καὶ δή μιν καταπαύσῃ ἀγηνορίης ἀλεγεινῆς,
Iliad 22.458: ἥ μιν ἔχεσκ’, ἐπεὶ οὔ ποτ’ ἐνι πληθύϊ μέν’ ἀνδρῶν:
Iliad 22.459: ἀλλα πολὺ προθέεσκε. τὸ ὃν, μένος οὐδενὶ εἴκων:
Iliad 22.460: ὡς φαμένη. μεγάροιο διέσσυτο μαινάδι ἴ̈σῃ:
Other texts (7 passages)
Scholia group: msAint
msAint 22.30: καθ’ εαυτο τὸνιπίη
Comments on 22.445
Scholia group: msAil
msAil 22.42: ανθ ποικίλα ἐξ ὣν βάπτουσι
Comments on 22.4410@θρόνα ποικίλ’ ἔπασσεν
Scholia group: msA
msA 22.103: ποικίλ’ έπασσεν: πάσσειν Κύπριοι τὸ ποικίλλειν ἀφ οῦ παστὸς ὁ θάλαμος⁑
Comments on 22.441
msA 22.104: κωκυτοῦ δ’ ήκουσεν. ἀντι τοῦ θρήνου ήκουσεν ἐζήτηται δὲ πῶς τοσοῦτου γενομένου θορύβου μόλις Ἀνδρομάχη προῆλθεν. φασὶ δὲ ὡς ὅτι ἡ προτέρα τοῦ ἀνδρὸς ἐπίπληξις ἡ εν τῆ Ζ σωφρονεῖν αὐτὴν ἀναγκάζει⁑
Comments on 22.447
msA 22.105: ἡδ’ αῦτις δμωῇσι αὔξει τὸ πάθ , τοσοῦτον γὰρ ἀπέχει τοῦ ἐννοεῖν τί τῶν συμβεβηκότων ὡς καὶ λουτρὰ τῷ ἀνδρὶ παρασκευάζειν μονονουχὶ ὁρῶσα τὸν Ἕκτορα διὸ καὶ ἐπεφώνησεν ὁ ποιητὴς τὸ νηπίη οὐδ’ ἐνόησεν ὥσπερ ἐλεῶν τὴν ἄγνοιαν αὐτῆς⁑
Comments on 22.445-22.449
msA 22.106: τῆλε δ’ ἀπο κρατὸς. ὅτι βελτιον ἂν ἢν ἡ διάθεσις εἰ μὴ ἐκπεπληγμένη τὰ ἐπι τῆς κεφαλῆς ἀπέβαλεν ἀλλ’ ὕστερον ὅτε ἀναπινύγκεταί τε καὶ ἑαυτὴν ἀναλαμβάνει ἵν’ ᾖ οὕτως. ἡ δ’ ἐπεὶ οὖν ἄμπνυτο καὶ ἐς φρένα θυμὸν ἀγέρθη ἀμβλήδην γοόωσα τῆλε δ’ ἀπο κρατὸς χέε δέσματα ⁑
Comments on 22.468
msA 22.107: κρήδεμνόν θ’. ἐκ πλήρους ὁ τε σύνδεσμος: κρήδεμνόν τε οὕτως ἅπασαι⁑
Comments on 22.470
previous | next |
---|---|
msA 290v | msA 291v |