Venetus A (Marciana 454 = 822), folio 291, verso

previousnext
msA 291rmsA 292r

Iliad text (25 lines)


Iliad 22.461: παλλομένη κραδίην ἅμα δ’ ἀμφίπολοι κίον αὐτῇ:


Iliad 22.462: αὐτὰρ ἐπεὶ πύργόν τε καὶ ἀνδρῶν ΐξεν ὅμιλον.


Iliad 22.463: έστη παπτήνασ’ ἐπὶ τείχεϊ. τόνδ’ ἐνόησεν


Iliad 22.464: ἑλκόμενον, πρόσθεν πόλιος. ταχέες δέ μιν ἵπποι


Iliad 22.465: ἕλκον ἀκηδέστως κοίλας ἐπὶ νῆας Ἀχαιῶν :


Iliad 22.466: τὴν δὲ κατ’ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψε:


Iliad 22.467: ἤριπε δ’ ἐξοπίσω. ἀπο δὲ ψυχὴν ἐκάπυσσε:


Iliad 22.468: τῆλε δ’ ἀπο κρατὸς, χέε δέσματα, σιγαλόεντα:

Commented on by msA 22.106, msAim 22.41


Iliad 22.469: ἄμπυκα: κεκρύφαλόν τε, ἰ̈δὲ πλεκτὴν ἀναδέσμην:

Commented on by msAint 22.31


Iliad 22.470: κρήδεμνόν θ’. ὅ, ῥά οἱ, δῶκε χρυσῆ Ἀφροδίτη

Commented on by msA 22.107


Iliad 22.471: ἤματι τῷ, ὅτε μιν κορυθαιόλος ἠγάγεθ’ Ἕκτωρ


Iliad 22.472: ἐκ δόμου Ἠετίωνος . ἐπεὶ πόρε μυρία ἕδνα:


Iliad 22.473: ἀμφὶ δέ μιν γαλόῳ τε καὶ εἰνάτερες ἅλις έσταν:

Commented on by msAint 22.32, msA 22.108, msA 22.109, msA 22.110


Iliad 22.474: αἵ, ἑ, μετὰ σφίσιν εἶχον ἀτυζομένην ἀπολέσθαι:

Commented on by msA 22.112


Iliad 22.475: ἡ δ’ ἐπεὶ οὖν ἄμπνυτο. καὶ ἐς φρένα θυμὸς ἀγέρθη:

Commented on by msA 22.113


Iliad 22.476: ἀμβλήδην γοόωσα μετὰ Τρῳῇσιν ἔειπεν:


Iliad 22.477: Ἕκτορ . ἐγὼ δύστηνος. ἰ̈ῇ ἄρα γεινόμεθ’ αἴσῃ

Commented on by msA 22.114


Iliad 22.478: ἀμφότεροι: σὺ μὲν ἐν Τροίῃ . Πριάμου κατὰ δῶμα:

Commented on by msAim 22.42


Iliad 22.479: αὐτὰρ ἐγὼ Θήβησιν. ὑπο Πλάκῳ ὑληέσσῃ:


Iliad 22.480: ἐν δόμῳ Ἠετίωνος . ὅ μ’ ἔτρεφε τυτθὸν ἐοῦσαν

Commented on by msAint 22.33


Iliad 22.481: δύσμορος αἰνόμορον. ὡς μὴ ὤφελλε τεκέσθαι:

Commented on by msA 22.115, msAim 22.43


Iliad 22.482: νῦν δὲ. σὺ μέν ρ’ Ἀΐδᾱο δόμους. ὑπο κεύθεσι γαίης


Iliad 22.483: ἔρχεαι: αὐτὰρ ἐμὲ στυγερῷ ἐνι πένθεϊ λείπεις


Iliad 22.484: χήρην ἐν μεγάροισι. πάϊς δ’ έτι νήπιος αὕτως.

Commented on by msA 22.116, msA 22.117


Iliad 22.485: ὃν τέκομεν σύ τ’ ἐγώ τε δυσάμμοροι: οὔτε σὺ τούτῳ


Other texts (18 passages)


Scholia group: msAint

msAint 22.31: παρα τοῖς νεωτέροις ἐκτείνετ τὸ υ τοῦ κεκρυφαλον ⁑

Comments on 22.469


msAint 22.32: γράφεται άλις ῆσαν ⁑

Comments on 22.473


msAint 22.33: οτ αντ τοῦ τυτθήν καὶ ὅτι τὸ ο αντ τοῦ ὃς

Comments on 22.480


Scholia group: msAim

msAim 22.41: ἀρισταρχ βάλε δέσματ αἱ δε κοιναὶ χέε⁑

Comments on 22.468


msAim 22.42: αἳ κοινότερα Πριαμου ενι οίκω

Comments on 22.478


msAim 22.43: ουτ αινόμορον⁑

Comments on 22.481


Scholia group: msA

msA 22.108: ἀμφι δέ μινγαλόῳτε: προ τέλους ἡ ὀξεῖα. αἱ γὰρ εἰς ω λήγουσαι δοτικαὶ βαρύνονοι συνεμπίπτουσαι πληθυντικαῖς εὐθείαις συνεμπίπτουσι π καὶ κατα τὸν τόνον τῷ λιπόνεῳ οἱ λιπόνεῳ⁑

Comments on 22.473


msA 22.109: γαλόῳ οὕτως τῇ γυναικὶ αἱ τοῦ ἀνδρὸς ἀδελφαι:εἰνάτερεςδὲ αἱ τῶν ἀδελφῶν γυναῖκες προς ἀλλήλας⁑

Comments on 22.473


msA 22.110: εἰνάτερες: ὡς Δημήτερες . οὕτως πάντες καὶ τὰ τῆς ἀναλογίας ἐπικρατεῖ ουτ ἔχοντ ὡς ἐδείχθη

Comments on 22.473


msA 22.111: ἄμπυξ: ἀρσενικῶς τὸ διάδημα πρὸς ἀνάδεσιν τῶν κομῶν ἃς περιστέλλοντες οἱ παλαιοὶ ὑπο τοῦτων παρήγοντο καὶ νῦν ἀμπυκίζειν τὸ τὰς ἐμπροσθίους τρίχας ἀναδείσθαι: καὶ χρυσάμπυκες ἵπποι δια τὸ δεῖσθαι στροφίῳ τὰς κορυφαίας τῶν τριχῶν παρα τὸ ἀμπέχειν:ἀναδέσμη δὲ λέγεται σειρὰ ἣν περι τοὺς κροτάφους ἀναδοῦνται: καλεῖται δὲ ὑπ’ ενίων καλαυδάκη.κρήδεμνον δὲ πάλιν τὸ μαφόριον, σχομένη κρήδεμνα ⁑

Comments on 22.469-22.470


msA 22.112: αἵ ἑ μετα σφίσιν: ὀρθοτονητέον τὴν σφίσιν εἰς γὰρ σύνθετον ἡ μετάληψις:ἔφαμεν δὲ ὡς οὐναστρέφει τὰ τοῦ λόγου⁑

Comments on 22.474


msA 22.113: ἡ δ’ ἐπεὶ οῦνἄμπνυτο. δια τοῦ ε Ἀρίσταρχος ἔμπνυτο ἔμπνους ἐγένετο: καὶ ἐπι τοῦ Σαρπηδόνος αὖτις δ’ ἐμπνύνθη ⁑

Comments on 22.475


msA 22.114: Ἕκτορ ἐγὼ δύστηνος: στικτέον μετα τὸ Ἕκτωρ καὶ μετα τὸ δύστηνος ⁑

Comments on 22.477


msA 22.115: δύσμορος αἱνόμορον: οὕτως αἰνόμορον :ὥστε τὸν μὲν Ἠετίωνα δύσμορον λέγεσθαιαἰνόμορονδὲ τὴν Ἀνδρομάχην ⁑

Comments on 22.481


msA 22.116: χήρην ἐν μεγάροισι βραχὺ διασταλτέον μετα τὸ αύτως γελοῖοι γὰρ οἱ τοῖς ἑξῆς αὐτῷ συνάπτοντες⁑

Comments on 22.484


msA 22.117: αὕτως ὃν τέκομεν. ἵν’ ᾖ ὃν μάτην ἐγεννήσαμεν: τοῖς δὲ ἄνω προσδιδόμενον σημαίνει τὸ ὡσαύτως . οἷον νηπιός εστιν ὡς καὶ πρότερον οὐδέπω τέλειός ἐστιν⁑

Comments on 22.484


msA 22.118: ‡ἦν γὰρ δὴ πόλεμόν γε φύγῃ: ἀπο τούτου ἕως τοῦ δακρυόεις δέ τ’ ἄνεισι ἀθετοῦνται στίχοι δεκατρεῖς. ὅτι ἀδιάθετοι. τὸ γὰρ περιέρχεσθαι τὸν Ἄστυἄνακτα καὶ τὸν φίλον τοῦ πρσ . τὸν μὲν χλαίνης ἐρύο τὸν δὲ χιτῶνος ἵνα βρόγχον πίῃ Πριαμου περιόντος καὶ ἄλλων ἀδελφῶν Ἕκτορος καὶ αὐτῆς τῆς Ἀνδρομαχ ἄτοπον: δια τί δὲ ἔμελλον ἀφαιρεῖσθαι τὰς ἀποτετμημένας ἀρούρας κατα τὸ βασιλικὸν γένος κληρονόμου τοῦ υἱοῦ Ἄστυἄνακτος ὄντος ὅλως δὲ οὐδ’ ἔστιν ἴδιον τοῦ περι τὸν Ἄστυἄνακτα οἴκτου. ἀλλα κοινῶς ἐπὶ παντὸς ὀρφανοῦ ἁρμόζει τὰ λεγόμενα. βέλτιον οὖν οὕτως ἐπιβαλεῖν: οὔτε σὺ τούτῳ ἔσσεαι Ἕκτορ ὄνειαρ ἐπεὶ θάνες, οὔτε σοὶ ουτ Ἀστυάναξ ὃς πρὶν μὲν ἑοῦ ⁑

Comments on 22.487-22.499


msA 22.119: ῆμαρ δ’ ὀρφανικὸν, τὸ τῆς ὀρφανιας ῆμαρ τῶν ἀμφιλικιωτῶν ἔρημον τίθησι τὸν παῖδα:ἔνιοι δὲ διεσταλμέν πᾶν εἶτα ἀφήλικα ἵν ἦ πᾶν ῆμαρ τὸν ὀρφανικὸν παῖδα ἀφήλικα τίθησιν ὅ ἐστιν ἐκτὸς τῶν ηλικιωτῶν⁑

Comments on 22.490


previousnext
msA 291rmsA 292r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1