Venetus A (Marciana 454 = 822), folio 292, recto
previous | next |
---|---|
msA 291v | msA 292v |
Iliad text (25 lines)
Iliad 22.486: ἔσσεαι Ἕκτορ ὄνειαρ ἐπεὶ θάνες, οὔτε σοὶ οὗτος:
Iliad 22.487: ἢ’ν γὰρ δὴ πόλεμόν γε φύγῃ πολύδακρυν Ἀχαιῶν .
Commented on by msAint 22.34
Iliad 22.488: αἰεί τοι τούτῳ γε πόνος καὶ κήδε’ ὀπίσσω
Commented on by msAim 22.44
Iliad 22.489: ἔσσοντ’. ἄλλοι γάρ οἱ ἀπουρίσσουσιν ἀρούρας:
Commented on by msAim 22.45
Iliad 22.490: ἦμαρ δ’ ὀρφανικὸν παναφήλικα παῖδα τίθησι:
Commented on by msA 22.119
Iliad 22.491: πάντα δ’ ὑπεμνήμυκε. δεδάκρυνται δὲ παρειαί:
Commented on by msA 22.120, msA 22.121, msAim 22.46
Iliad 22.492: δευόμενος δέ τ’ ἄνεισι πάϊς ἐς πατρὸς ἑταίρους.
Commented on by msA 22.122
Iliad 22.493: ἄλλον μὲν χλαίνης ἐρύων. ἄλλον δὲ χιτῶνος.
Iliad 22.494: τῶν δ’ ἐλεησάντων. κοτύλην τις τυτθὸν ἐπέσχε:
Commented on by msA 22.123
Iliad 22.495: χείλεα μέν τ’ ἐδίην’. ὑπερώην δ’ οὐκ ἐδίηνε:
Iliad 22.496: τὸν δὲ καὶ ἀμφιθαλῆς ἐκ δαιτύος ἐστυφέλιξε
Commented on by msAint 22.35
Iliad 22.497: χερσὶν πεπληγὼν. καὶ ὀνειδείοισιν ἐνίσσων:
Commented on by msAim 22.47
Iliad 22.498: ἔρρ’ οὕτως. οὐ, σός γε πατὴρ μετὰ δαίνυται ἡμῖν:
Iliad 22.499: δακρυόεις δέ τ’ ἄνεισι πάϊς ἐς μητέρα χήρην
Iliad 22.500: Ἀστυάναξ : ὃς, πρὶν μὲν ἑοῦ ἐπὶ γούνασι πατρὸς
Iliad 22.501: μυελὸν οἶον ἔδεσκε, καὶ οἰῶν πίονα δημόν:
Iliad 22.502: αὐτὰρ ὅθ’ ὕπνος ἕλοι. παύσαιτό τε νηπιαχεύων:
Commented on by msA 22.124
Iliad 22.503: εὕδεσκ’ ἐν λέκτροισιν. ἐν ἀγκαλίδεσσι τιθήνης:
Commented on by msA 22.125
Iliad 22.504: εὐνῇ ἐνι μαλακῇ. θαλέων ἐμπλησάμενος κῆρ:
Iliad 22.505: νῦν δ’ ἂν πολλὰ πάθῃσι. φίλου ἀπο πατρὸς ἁμαρτὼν
Commented on by msAim 22.48
Iliad 22.506: Ἀστυάναξ . ὃν, Τρῶες ἐπίκλησιν καλέουσιν:
Iliad 22.507: οἶος γάρ σφιν ἔρυσο πύλας καὶ τείχεα μακρά:
Iliad 22.508: νῦν δὲ σὲ μὲν παρα νηυσὶ κορωνίσι, νόσφι τοκήων.
Iliad 22.509: αἰόλαι εὐλαὶ ἔδονται ἐπεί κε κύνες κορέσωνται:
Iliad 22.510: γυμνὸν: ἀτάρ τοι είματ’ ἐνι μεγάροισι κέονται
Other texts (18 passages)
Scholia group: msAint
msAint 22.34: γραφεται ἢν περ γὰρ
Comments on 22.487
msAint 22.35: οτ ἀπαξ αμφιθαλής ⁑
Comments on 22.496
Scholia group: msAil
msAil 22.43: πάντων έρημον τῶν ηλικιωτῶν
Comments on 22.490@παναφήλικα
msAil 22.44: κατεστύγηακε κάτω βλεπ ⁑
Comments on 22.491@ὑπεμνήμυκε
msAil 22.45: ενδεὴς ὼν
Comments on 22.492@δευόμενος
msAil 22.46: εβρεξε
Comments on 22.495@ἐδίην’
msAil 22.47: τὸν οὐρανίσκον
Comments on 22.495@ὑπερώην
Scholia group: msAim
msAim 22.44: ἐν αλλω αλλ ήτοι τούτῳ
Comments on 22.488
msAim 22.45: οτ κυριως νῦν ἀφοριουντ
Comments on 22.489
msAim 22.46: αριστ ουδετερως παρεία ⁑
Comments on 22.491
msAim 22.47: οτ αντ τοῦ πλήσσω ⁑
Comments on 22.497
msAim 22.48: οτ αντ τοῦ πάθοι αν προς τὸ ἰχθὺς ὥς κε φάγῃσι
Comments on 22.505
Scholia group: msA
msA 22.120: πάντα δ’ ὑπεμνήμυκε: πάντα αὐτῷ καταπέπτωκε κέκλιται παρα τὸ ἠμύω ἐμήμυκε καὶ περισσὸν τὸ ν . ἠ πάντα αὐτὸν εἰς ἀνάμνησιν ἄγει τοῦ δυσφορεῖν⁑
Comments on 22.491
msA 22.121: ὑπεμνήμυκε. καταμέμυκε κατεστύγνακε. κάτω βλέπει: ὁ δὲ Ἀρίσταρχος ἐπι τοῦ κατανένευκε ἐκδέχεται: οἱ δὲ ἀντι τοῦ εἰς ἀνάμνησιν ἔρχεται τοῦ πατρός⁑
Comments on 22.491
msA 22.122: δευόμενος δέ τ’ ἄνεισι: ὅτι ἀντι τοῦ πρὸς πατρὸς ἑταίρους ὡς εἰς Ἀγαμέμνονα δῖον ⁑
Comments on 22.492
msA 22.123: τῶν δ’ ἐλεησάντω κοτύληντίς: ὅτι εἶδος ποτηρίου ἡ κοτύλη καὶ λέγεται ἀρσενικῶς κότυλος καὶ ἐν πύρνον καὶ κοτύλην ὁμωνυμως τὸ αγγειον τῶ ὑγρῷ⁑
Comments on 22.494
msA 22.124: νηπιαχεύων: παραγωγόν ἐστι τὸ ῥῆμα παρα τὸ νηπίαχος νηπιαχέυω ὡς ἵππος ἱππεύω⁑
Comments on 22.502
msA 22.125: ἀγκαλίδεσσι: ἔχουσι γὰρ ἐν ταῖς ἀγκάλαις στρωμνὴν σύμμετρον.ἠ ὡς τῆς τροφοῦ συγκυμωμενης αὐτῷ: ἐμείωσε δὲ τὴν λέξιν ὁμοιως τῆ βραχύτητ : τοῦ παιδος⁑
Comments on 22.503
previous | next |
---|---|
msA 291v | msA 292v |