Venetus A (Marciana 454 = 822), folio 294, recto
previous | next |
---|---|
msA 293v | msA 294v |
Iliad text (26 lines)
Iliad 23.62: εὖτε τὸν ὕπνος ἔμαρπτε, λύων μελεδήματα θυμοῦ.
Iliad 23.63: νήδυμος ἀμφιχυθεὶς. μάλα γὰρ κάμε φαίδιμα γυῖα
Commented on by msAim 23.414
Iliad 23.64: Ἕκτορ’ Ἕκτορ’ ἐπαΐσσων προτὶ ΅Ιλιον ἠνεμόεσσαν.
Commented on by msAint 23.417
Iliad 23.65: ἦλθε δ’ ἐπὶ ψυχὴ Πατροκλῆος̓ δειλοῖο.
Commented on by msA 23.400
Iliad 23.66: πάντ’ αὐτῷ. μέγεθός τε. καὶ ὄμματα κὰλ’ εἰκυῖα:
Iliad 23.67: καὶ φωνὴν, καὶ τοῖα περὶ χροῒ. εἵματα ἕστο:
Iliad 23.68: στῇ δ ὰρ ὑπερ κεφαλῆς. καί μιν πρὸς μῦθον έειπεν:
Iliad 23.69: εὕδεις, αὐτὰρ ἐμεῖο λελασμένος ἔπλευ Ἀχιλλεῦ .
Iliad 23.70: οὐ μέν μευ ζώοντος ἀκήδεις. ἀλλὰ θανόντος:
Commented on by msA 23.401
Iliad 23.71: θάπτέ με, ὅτι τάχιστα. πύλας Ἀΐδαο περήσω:
Commented on by msA 23.402
Iliad 23.72: τῆλέ με εἴργουσι ψυχαὶ. εἴδωλα καμόντων:
Iliad 23.73: οὐδ’, έμε πω μίσγεσθαι ὑπὲρ ποταμοῖο ἐῶσιν.
Commented on by msA 23.403
Iliad 23.74: ἂλλ’αύτως ἀλάλημαι ἀν εὐρυπυλὲς Ἄϊδος δῶ:
Iliad 23.75: καί μοι δὸς τὴν χεῖρ’: ὀλοφύρομαι. οὐ γὰρ ἔτ ‘ αὖτις
Commented on by msA 23.404
Iliad 23.76: νίσομαι ἐξ Ἀΐδαο , ἐπήν με πυρὸς λελάχητε:
Commented on by msA 23.405
Iliad 23.77: οὐ μὲν γὰρ ζωοί γε φίλων ἀπάνευθεν ἑταίρων
Commented on by msAint 23.418, msA 23.406
Iliad 23.78: βουλὰς ἑζόμενοι βουλεύσομεν. ἂλλ’ ἐμὲ μὲν κὴρ
Iliad 23.79: ἀμφέχανε στυγερὴ. ἥ περ λάχε γεινόμενόν περ:
Commented on by msA 23.407, msAil 23.416
Iliad 23.80: καὶ δε σοὶ αὐτῷ μοῖρα θεοῖς ἐπιείκελ’ Ἀχιλλεῦ
Iliad 23.81: τείχει ὑπὸ Τρώων εὐηγενέων ἀπολέσθαι:
Commented on by msA 23.408
Iliad 23.82: ἄλλο δέ τοι ἐρέω. καὶ ἐφήσομαι. αἴ κε πίθηαι:
Iliad 23.83: μὴ ἐμὰ σῶν ἀπάνευθε τιθήμεναι ὀστέ’ Ἀχιλλεῦ .
Commented on by msA 23.409
Iliad 23.84: ἂλλ’ ὁμοῦ ὡς ἐτράφην περ ἐν ὑμετέροισι δόμοισιν.
Commented on by msAim 23.415
Iliad 23.85: εῦτέ με τυτθὸν ἐόντα Μενοίτιος ἐξ Οπόεντος
Iliad 23.86: ἤγαγεν ὑμέτερον δ’ ἀνδροκτασίης ὑπὸ λυγρῆς
Iliad 23.87: ἤματι τῷ. ὅτε παῖδα κατέκτανον Ἀμφιδάμαντος
Commented on by msAim 23.510
Other texts (15 passages)
Scholia group: msAint
msAint 23.417: οτ θηλυ τὴν Ἴλιον
Comments on 23.64
msAint 23.418: γράφεται οὐ γαρ έτι
Comments on 23.77
Scholia group: msAil
msAil 23.416: περιέβαλε περιεχύθη
Comments on 23.79
Scholia group: msAim
msAim 23.414: οτ σαφῶσ ἀπο τοῦ ν ἄρχετ τὰ ὄνομα
Comments on 23.63
msAim 23.415: γράφεται ετράφημεν
Comments on 23.84
Scholia group: msA
msA 23.400: ἦλθε δ’ ἐπι ψυχῆ ὅτι ἀπ ευθείας τῆς ὁ Πατροκλῆς καὶ τὸ δειλοῖο δειλαίου ἄκρως δὲ ἐπεξεργάζεται τὴν ἐπιφάνειαν τοῦ ὀνείρου ἔναυλος γὰρ τῷ Ἀχιλλεῖ ὁ τοῦ φίλου τύπος.ἐνταυθεν Ἀντισθένης ὁμοσχήμονας φησὶ τὰς ψυχὰς τοῖς περιέχουσι σώμασιν εῖναι: Χρύσιππος δὲ μετα τὸν χωρισμὸν τοῦ σώματος σφαιροειδεῖς γενεσθαι δογματίζει
Comments on 23.65
msA 23.401: οὐ μέν μευ ζωοντος ἀκήδεις: ἄμεινον βαρύνειν ὡς ἐνόεις τῆς αρχουσης συσταλείσης ποιητικῶς: ὡς γὰρ τὸ ήκουσα ἄκουσα . ουτως καὶ τὸ ἠκειδης ἀκηδεις
Comments on 23.70
msA 23.402: θάπτε με ὅττι τάχιστα ὅτι λειπ τὸ ἵνα ἠ όπως : τὸ δὲ ὅττι τάχιστα ἐκατέροις δύναται προσδίδοσθαι
Comments on 23.71
msA 23.403: οὐδε μέ πω μίσγεσθαι. ἀπόλυτός ἐστι ἡ ἀντωνυμία διὸ ἐγκλιτικῶς ἀναγνωστέον: ἡ διπλῆ δὲ ὅτι εκτὸς τοῦ ποταμοῦ ὑποτίθεται τὰς τῶν ἀταφῶν ψυχὰς καὶ μὴ ἐπισγομένας ταῖς τῷ ἐρεβει. ἡ δε ἀναφορά προς τὰ ἀθετούμενα ἐν τῇ νεκυΐα
Comments on 23.73
msA 23.404: καί μοι δὸς τήν χειρ’ ὅτι τὸ ἵνα λείπει: καὶ συνέσταλκεν ἀντι τοῦ ἵνα ὀλοφύρωμαι
Comments on 23.75
msA 23.405: νίσομαι ἐξ Αϊδαο ποιήσετε. παρα δὲ τοῖς τραγικοῖς μετὰ τὴν ταφὴν ἐπιφαίνονται
Comments on 23.76
msA 23.406: οὐ μεν γὰρ ζῳοί γε. ἔν τοισι τῶν πολιτικῶν οὐ γὰρ ἔτι ζωοίγε
Comments on 23.77
msA 23.407: ἥ περ λάχε λάχε:ὅθεν μία τῶν Μοιρῶν Λάχεσις. παρείληφεν δὲ ὅτι τῇ γενέσει συνδιατάσσεται καὶ ὁ τῆς τελευτῆς καιρός. ὅθεν Ζηνόδοτος ὁ Κρατήτιος Χαλδαῖον τὸν Ὅμηρον φησί.
Comments on 23.79
msA 23.408: τείχει ὑπο Τρώων εὐηγενέων ἐν τῇ Ριανοῦ . καὶ Ἀριστοφάνους εὐηφενέων δια τοῦ φ . εὖ τῷ ἀφένῳ. χρωμενων ὡς Κλέαρχος ἐν ταῖς γλώτταις
Comments on 23.81
msA 23.409: μὴ ἐμὰ σῶν ἀπάνευθε: τοῦτο ἀπ αλλῆς ἀρχῆς ἀναγνωστέον τὸ γὰρ ἀπαρέμφατον κεῖται ἀντι προστακτικοῦ τοῦ τίθει
Comments on 23.83
previous | next |
---|---|
msA 293v | msA 294v |