Venetus A (Marciana 454 = 822), folio 294, verso
previous | next |
---|---|
msA 294r | msA 295r |
Iliad text (24 lines)
Iliad 23.88: νήπιος. οὐκ ἐθέλων. ἀμφ’ ἀστραγάλοισι χολωθείς:
Commented on by msA 23.500, msAim 23.511
Iliad 23.89: ἔνθά με δεξάμενος ἐν δώμασιν ἱππότα Πηλεὺς .
Iliad 23.90: ἔτραφέ τ’ ἐνδυκέως. καὶ σὸν θεράποντ’ ὀνόμηνεν:
Iliad 23.91: ὡς δὲ καὶ ὀστέα νῶϊν, ὁμὴ, σορὸς ἀμφικαλύπτοι.
Commented on by msAint 23.514
Iliad 23.92: χρύσεος ἀμφιφορεὺς. τόν τοι πόρε πότνια μήτηρ:
Commented on by msA 23.501, msA 23.502
Iliad 23.93: τὸν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς .
Iliad 23.94: τίπτέ μοι ἠθείη κεφαλὴ δεῦρ’ εἰλήλουθας:
Commented on by msA 23.503
Iliad 23.95: καί μοι ταῦτα ἕκαστ’ ἐπιτέλλεαι: αὐτὰρ ἐγώ τοι
Iliad 23.96: πάντα μάλ’ ἐκτελέω. καὶ πείσομαι. ὡς σὺ κελεύεις:
Commented on by msAim 23.512
Iliad 23.97: ἀλλά μοι άσσον στῆθι: μίνυνθά περ ἀμφιβαλόντε
Commented on by msA 23.504
Iliad 23.98: ἀλλήλους, ὀλοοῖο τεταρπώμεσθα γόοιο:
Commented on by msAint 23.515
Iliad 23.99: ὡς ἄρα φωνήσας ὠρέξατο χερσὶ φίλῃσιν.
Iliad 23.100: οὐδ’ ἔλαβε: ψυχὴ δὲ κατὰ χθονὸς, ἠΰτε καπνὸς
Iliad 23.101: ᾤχετο τετριγυῖα: ταφὼν δ’ ἀνόρουσεν Ἀχιλλεὺς ,
Iliad 23.102: χερσί τε συμπλατάγησεν. ἔπος δ’ ὀλοφυδνὸν ἔειπεν:
Iliad 23.103: ὦ πόποι. ῆ ρά τίς ἐστὶ καὶ εἰν Αΐδαο δόμοισι
Iliad 23.104: ψυχὴ καὶ εἴδωλον ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν:
Commented on by msA 23.505
Iliad 23.105: παννυχίη γάρ μοι Πατροκλῆος δειλοῖο
Iliad 23.106: ψυχὴ ἐφεστήκει γοόωσά τε μυρομένη τε.
Commented on by msAim 23.513
Iliad 23.107: καί μοι ἕκαστ’ ἐπέτελλεν. ἔϊκτο δὲ θέσκελον αὐτῷ:
Iliad 23.108: ὡς φάτο. τοῖσι δὲ πᾶσιν ὑφ’ ΐμερον ὦρσε γόοιο:
Iliad 23.109: μυρομένοισι δὲ τοῖσι φάνη ῥοδοδάκτυλος Ἠὼς Ἠὼς
Iliad 23.110: ἀμφὶ νέκυν. ἐλεεινόν: ἀτὰρ κρείων Ἀγαμέμνων .
Iliad 23.111: οὐρῆας τ’ ὤτρυνε καὶ ἀνέρας ἀξέμεν ὕλην.
Commented on by msA 23.506
previous | next |
---|---|
msA 294r | msA 295r |