Venetus A (Marciana 454 = 822), folio 295, verso
previous | next |
---|---|
msA 295r | msA 296r |
Iliad text (25 lines)
Iliad 23.137: ἀχνύμενος. ἕταρον γὰρ ἀμύμονα πέμπ’ ἄϊδοσδέ :
Iliad 23.138: οἱ δ’ ὅτε χῶρον ῞ϊκοντο, ὅθί σφισι πέφραδ’ Ἀχιλλεὺς .
Iliad 23.139: κάτθεσαν: αῖψα δέ οἱ μενοεικέα νήεον ὕλην:
Iliad 23.140: ἔνθ’ αῦτ’ ἄλλ’ ἐνόησε ποδάρκης δῖος Ἀχιλλεὺς :
Iliad 23.141: στὰς, ἀπάνευθε πυρῆς. ξανθὴν ἀπεκείρατο χαίτην
Iliad 23.142: τήν ῥα Σπερχειῷ ποταμῷ τρέφε τηλεθόωσαν:
Iliad 23.143: ὀχθήσας δ’ ἄρα εἶπεν, ᾿ϊδὼν ἐπὶ οἴνωπα πόντον:
Iliad 23.144: Σπερχεὶ ’ ἄλλως σοί γε πατὴρ ἠρήσατο Πηλεὺς
Iliad 23.145: κεῖσέ με, νοστήσαντα φίλην ἐς πατρίδα γαῖαν.
Iliad 23.146: σοί τε κόμην κερέειν. ῥέξειν θ’ ῾ϊερὴν ἑκατόμβην:
Iliad 23.147: πεντήκοντα δ’ ἔνορχα παρ’ αὐτόθι μῆλ’ ῾ϊερεύσειν
Iliad 23.148: ἐς πηγὰς, ὅθι τοι τέμενος βωμός τε θυήεις:
Iliad 23.149: ὡς ἠρᾶθ’ ὁ γέρων: σὺ δέ οἱ νόον οὐκ ἐτέλεσσας:
Iliad 23.150: νῦν δ’. ἐπεὶ οὐ, νέομαί γε φίλην ἐς πατρίδα γαῖαν.
Iliad 23.151: Πατρόκλῳ ἥρωϊ κόμην. ὀπάσαιμι φέρεσθαι:
Iliad 23.152: ὡς εἰπὼν. ἐν χερσὶ κόμην. ἑτάροιο φίλοιο
Iliad 23.153: θῆκεν. τοῖσι δὲ πᾶσιν ὑφ’ ΐμερον ὦρσε γόοιο:
Iliad 23.154: καὶ νύ κ’ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο.
Iliad 23.155: εἰ μὴ Ἀχιλλεὺς αῖψ’ Ἀγαμέμνονι εῖπε παραστάς:
Iliad 23.156: Ἀτρείδη : σοὶ γάρ τε μάλιστά γε λαὸς Ἀχαιῶν
Iliad 23.157: πείσονται μύθοισι. γόοιο μέν ἐστι καὶ ᾶσαι.
Iliad 23.158: νῦν δ’ ἀπο πυρκαϊῆς σκέδασον: καὶ δεῖπνον ἄνωχθι
Iliad 23.159: ὅπλεσθαι: τάδε δ’ ἀμφι πονησόμεθ’. οῖσι μάλιστα
Iliad 23.160: κηδεός ἐστι, νέκυς. παρὰ δ’,οἱ, ταγοὶ ἄμμι μενόντων:
Iliad 23.161: Αὐτὰρ ἐπεὶ τό γ’ ἄκουσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων .
previous | next |
---|---|
msA 295r | msA 296r |