Venetus A (Marciana 454 = 822), folio 296, recto
previous | next |
---|---|
msA 295v | msA 296v |
Iliad text (25 lines)
Iliad 23.162: αὐτίκα λαὸν μὲν σκέδασεν κατὰ νῆας ἐΐσας.
Iliad 23.163: κηδεμόνες δὲ παρ αῦθι μένον: καὶ νήεον ὕλην:
Commented on by msA 23.803
Iliad 23.164: ποίησαν δὲ πυρὴν ἑκατόμπεδον ἔνθα καὶ ἔνθα:
Commented on by msA 23.804
Iliad 23.165: ἒν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν ἀχνύμενοι κῆρ:
Commented on by msAil 23.811
Iliad 23.166: πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἔλικας βοῦς.
Iliad 23.167: πρόσθε πυρῆς ἔδερόν τε καὶ ἄμφεπον. ἐκ δ’ ἄρα πάντων
Commented on by msA 23.805
Iliad 23.168: δημὸν ἑλὼν, ἐκάλυψε, νέκυν μεγάθυμος Ἀχιλλεὺς
Iliad 23.169: ἐς πόδας ἐκ κεφαλῆς. περὶ δὲ δρατὰ σώματα νήει:
Commented on by msA 23.806
Iliad 23.170: ἐν δ’ ἐτίθει μέλιτος καὶ λείφατος ἀμφιφορῆας
Iliad 23.171: προς λέχεα κλίνων: πίσυρας δ’ ἐριαύχενας ἵππους
Commented on by msA 23.807
Iliad 23.172: ‘ἐσσυμένως ἐνέβαλλε πυρῇ μεγάλα στεναχίζων:
Iliad 23.173: ἐννέα τῷ γε ἄνακτι τραπεζῆες κύνες ἦσαν.
Iliad 23.174: καὶ μὲν τῶν ἐνέβαλλε πυρῇ δύο δειροτομήσας.
Iliad 23.175: δώδεκα δὲ Τρώων μεγαθύμων υἱέας ἐσθλοὺς
Iliad 23.176: χαλκῷ δηϊόων: κακὰ δὲ φρεσὶ μήδετο ἔργα:
Iliad 23.177: ἐν δὲ πυρὸς μένος ἧκε, σιδήρεον. ὄφρα νέμοιτο:
Commented on by msA 23.808
Iliad 23.178: ᾤμωξεν τ’ ὰρ, ἔπειτα. φίλον δ’ ὀνόμηνεν ἑταῖρον:
Iliad 23.179: χαῖρέ μοι ὦ Πάτροκλε καὶ εἰν Αΐδαο δόμοισι:
Iliad 23.180: πάντα γὰρ ἤδη τοι τελέω, τὰ πάροιθεν ὑπέστην:
Iliad 23.181: δώδεκα μὲν Τρώων μεγαθύμων υἱέας ἐσθλοὺς.
Commented on by msA 23.809
Iliad 23.182: τοὺς ἅμα σοὶ πάντας πῦρ ἐσθίει: Ἕκτορα δ’ οὔ τι
Iliad 23.183: δώσω Πριαμίδην πυρὶ δαπτέμεν. ἀλλα κύνεσσιν:
Iliad 23.184: ὡς φάτ’ ἀπειλήσας. τόνδ’ οὐ κύνες ἀμφεπένοντο:
Iliad 23.185: ἀλλὰ κύνας μὲν ἄλαλκε Διὸς θυγάτηρ Ἀφροδίτη
Iliad 23.186: ἤματα καὶ νύκτας, ῥοδόεντι δὲ χρῖεν ἐλαίῳ
Commented on by msA 23.810
Other texts (11 passages)
Scholia group: msAint
msAint 23.800: ἐν ἄλλῳ τε τελεσμένα ὥσπερ ὑπεστην
msAint 23.801: ὁτὶ ἀπο κοινοῦ τοῦ δαπτέμεν
Scholia group: msAil
msAil 23.811: ὑψηλῃ άνωτατ
Comments on 23.165
Scholia group: msA
msA 23.803: κηδεμόνες οἱ μάλιστα ἀμιώμενοι δια τοῦτο και φροντίζοντες
Comments on 23.163
msA 23.804: ἑκατόμπεδον ἑκατὸν ποδῶν ἔχουσαν πλευράν ὡς καὶ τετράπους λίθος ὥστε ἑκαστην πλευρὰν ρ ποδῶν μέτρον ἔχειν
Comments on 23.164
msA 23.805: πρόσθε πυρῆς ἔδερον δια τὸ τὴν πιμελὴν ἔξυπαφθῆναι τοῦτο ποιοῦντος τοῦ Ἀχιλλέως
Comments on 23.167
msA 23.806: ἐς πόδας ἐκ κεφαλῆς τὰ πολλὰ τῶν ὑπομνημάτων δια τοῦ ε δρετάν καὶ τάχα ἀπο τοῦ δέρειν: ἡ διπλῆ δὲ πρὸς τὴν μετάθεσιν ὅτι ἀντι τοῦ δαρτά.
Comments on 23.169
msA 23.807: προς λέχεα κλίνων πίσυρας πίσυρας κατα πλευρὰν ἔνα, οἴκειος δὲ τῶν νεκρῶν. ὁ ἴ̈σος ἀριθμός δια τουτο τῷ Ποσειδῶνι πέντε θύουσιν
Comments on 23.171
msA 23.808: ἐν δε πυρὸς μένος ῆκε ἀμφω γὰρ τμητικὰ πῦρ καὶ σίδηρος τὸ δὲ νέμοιτο ἐμφατικῶς ἀντι τοῦ φάγοι. φησὶ γοῦν τοὺς ἅμα σοι πάντας πῦρ ἐσθίει
Comments on 23.177
msA 23.809: δώδεκα μὲν τρώων συναπτέον τὸ ἐχῆς στίχω. τὸ γὰρ τοὺς κεῖται ἀντι τοῦ τούτους ἱν’ ᾖ ὁ λόγος. δώδεκα μὲν τρώων υἱοὺς τούτους σὺν σοὶ τὸ πῦρ ἐσθίει δεικτικῶς. ἐὰν δε στίζωμεν ἐπι τὸ ἐσθλοὺς ἔσται τούτους ἀντι ὑποτακτικοῦ ἄρθρου τοῦ οὕς
Comments on 23.181
msA 23.810: ἥματα καὶ νύκτας ὅτι μύρου τήν μὲν ὀνομασίαν ἀγνοεῖ τὴν δὲ σκευασίαν οἶδεν: τὸ γὰρ ῥό/ωδινον οὕτως νῦν εῖπεν ἔλαιον ῥοδόεν
Comments on 23.186
previous | next |
---|---|
msA 295v | msA 296v |