Venetus A (Marciana 454 = 822), folio 297, verso
previous | next |
---|---|
msA 297r | msA 298r |
Iliad text (25 lines)
Iliad 23.237: πρῶτον μὲν κατα πυρκαϊὴν σβέσατ’ αἴθοπι οἴνῳ
Iliad 23.238: πᾶσαν. ὁπόσσον ἐπέσχε πυρὸς μένος: αὐτὰρ ἔπειτα
Iliad 23.239: ὀστέα Πατρόκλοιο Μενοιτιάδαο̄ λέγωμεν
Iliad 23.240: εὖ, διαγιγνώσκοντες. ἀριφραδέα δὲ τέτυκται:
Iliad 23.241: ἐν μέσσῃ γὰρ ἔκειτο πυρῇ: τοὶ δ’ ἄλλοι ἄνευθεν.
Iliad 23.242: ἐσχατιῇ καίοντ’, ἐπιμὶξ ἵπποι τὲ καὶ ἄνδρες:
Iliad 23.243: καὶ τὰ μὲν, ἐν χρυσέῃ φιάλῃ καὶ δίπλακι δημῷ
Iliad 23.244: θείομεν,εἰς ὅ κεν αὐτὸς ἐγὼν Ἄϊδι κλεύθωμαι:
Iliad 23.245: τύμβον δ’ οὐ μάλα πολλὸν ἐγὼ πονέεσθαι ἄνωγα,
Iliad 23.246: ἂλλ’ ἐπιεικέα τοῖον: ἔπειτα δὲ καὶ τὸν Ἀχαιοὶ
Iliad 23.247: εὐρύν θ’ ὑψηλόν τε τιθήμεναι. οἵ κεν ἐμεῖο
Iliad 23.248: δεύτεροι ἐν νήεσσι πολυκλήϊσι λίπησθε:
Iliad 23.249: ὡς ἔφαθ’. οἱ δ’ ἐπίθοντο ποδώκεϊ Πηλείωνι:
Iliad 23.250: πρῶτον μὲν κατα πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳ
Iliad 23.251: ὅσσον ἐπι φλὸξ ἦλθε. βαθεῖα δὲ κάππεσε τέφρη:
Iliad 23.252: κλαίοντες δ’ ἑτάροιο, ἐνηέος ὀστέα λευκὰ
Iliad 23.253: ἄλλεγον ἐς χρυσέην φιάλην καὶ δίπλακα δημόν.
Iliad 23.254: ἐν κλισίῃσι δὲ θέντες. εανῷ λιτὶ κάλυψαν:
Iliad 23.255: τορνώσαντο δὲ σῆμα. θεμείλια δὲ προβάλοντο
Iliad 23.256: ἀμφὶ πυρὴν: εῖθαρ δὲ χυτὴν ἐπὶ γαῖαν. ἔχευαν.
Iliad 23.257: χεύανδες δὲ τὸ σῆμα: πάλιν κίον: αὐτὰρ Ἀχιλλεὺς
Iliad 23.258: αὐτοῦ λαὸν ἔρυκε, καὶ ΐζανεν εὐρὺν ἀγῶνα:
Iliad 23.259: νηῶν δ’ ἔκφερ’ ἄεθλα, λέβητάς τε. τρίποδάς τε,
Iliad 23.260: ἵππους θ’, ἡμιόνους τε. βοῶν τ’ ἴ̈φθιμα κάρηνα:
Iliad 23.261: ἠδὲ γυναῖκας ἐϋζώνους: πολιόν τε σίδηρον:
previous | next |
---|---|
msA 297r | msA 298r |