Venetus A (Marciana 454 = 822), folio 298, recto

previousnext
msA 297vmsA 298v

Iliad text (24 lines)


Iliad 23.262: Ἱππεῦσιν μὲν πρῶτα ποδώκεσιν ἀγλὰ’ ἄεθλα


Iliad 23.263: θῆκε γυναῖκα ἄγεσθαι ἀμύμονα ἔργ’ εἰδυῖαν.


Iliad 23.264: καὶ τρίποδ’ ὠτώεντα. δύωκαὶεἰκοσίμετρον


Iliad 23.265: τῷ πρώτῳ:  ἀτὰρ αὖ, τῷ δευτέρῳ. ἵ̈ππον ἔθηκεν


Iliad 23.266: ἑξετέ’, ἀδμήτην. βρέφος ἡμίονον κυέουσαν:


Iliad 23.267: αὐτὰρ τῶ τριτάτῳ. ἄπυρον κατέθηκε λέβητα


Iliad 23.268: καλὸν. τέσσαρα μέτρα κεχανδότα. λευκὸν ἔτ’ αύτως:


Iliad 23.269: τῷ δὲ τετάρτῳ θῆκε δύο χρυσοῖο τάλαντα:


Iliad 23.270: πέμπτῳ δ’ ἀμφίθετον φιάλην ἀπύρωτον ἔθηκε:


Iliad 23.271: στῆ δ’ ὀρθὸς. καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν:


Iliad 23.272: Ἀτρείδη τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ.


Iliad 23.273: ἱππῆας τάδ’ ἄεθλα δεδεγμένα κεῖτ’ ἐν ἀγῶνι:


Iliad 23.274: εἰ μὲν νῦν ἐπὶ ἄλλω ἀεθλεύοιμεν Ἀχαιοὶ.


Iliad 23.275: ῆ τ’ ἂν ἐγὼ τὰ πρῶτα λαβὼν. κλισίην δὲ φεροίμην:


Iliad 23.276: ἴ̈στε γὰρ ὅσσον ἐμοὶ ἀρετῆ περιβάλλετον ἵπποι:


Iliad 23.277: ἀθάνατοί τε γάρ εἰσι Ποσιδάων δ’ έπορ’ αὐτοὺς


Iliad 23.278: πατρὶ ἐμῷ Πηλῆϊ. ὁ δ’ ἀῦτ’ ἐμοὶ ἐγγυάλιξεν:


Iliad 23.279: ἂλλ’ ἤτοι μὲν ἐγὼ μενέω καὶ μώνυχες ἵπποι:


Iliad 23.280: τοίου γὰρ κλέος ἐσθλὸν ἀπώλεσαν ἡνιόχοιο.


Iliad 23.281: ἠπίου, ὅς σφωϊν μάλα πολλάκις ὑγρὸν ἔλαιον


Iliad 23.282: χαιτάων κατέχευε. λοέσσας ὕδατι λευκῷ:


Iliad 23.283: τὸν τώ γ’ ἑσταότες, πενθείετον. ούδεϊ δέ σφι


Iliad 23.284: χαῖται ἐρηρέδαται. τὼ δ’ έστατον ἀχνυμένω κῆρ:


Iliad 23.285: ἄλλοι δὲ στέλλεσθε κατα στρατὸν, ὅς τις Ἀχαιῶν


previousnext
msA 297vmsA 298v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1