Venetus A (Marciana 454 = 822), folio 298, verso

previousnext
msA 298rmsA 299r

Iliad text (24 lines)


Iliad 23.286: ἵπποισίν τε πέποιθε καὶ ἅρμασι κολλητοῖσιν:


Iliad 23.287: ὡς φάτο Πηλείδης. ταχέες δ’ ἱππῆες ἄγερθεν:


Iliad 23.288: ὦρτο πολὺ πρῶτος μὲν ἄναξ  ἀνδρῶν Εὔμηλος


Iliad 23.289: Ἀδμήτου φίλος υἱὸς: ὃς ἱπποσύνη ἐκέκαστο:


Iliad 23.290: τῷ δ’ ἐπι Τυδείδης ὦρτο κρατερὸς Διομήδης:


Iliad 23.291: ἵππους δὲ Τρῳοὺς ὕπαζε ζυγὸν. οὕς ποτ’ ἀπηύρα


Iliad 23.292: Αἰνείαν: ἀτὰρ αὐτὸν ὑπεξεσάωσεν Ἀπολλων:


Iliad 23.293: τῷ δ ἂρ ἐπ’ Ἀτρείδης ὦρτο ξανθὸς Μενέλαος


Iliad 23.294: διογενὴς. ὑπο δὲ ζυγὸν ἤγαγεν ὠκέας ἵππους


Iliad 23.295: Αἴθην τὴν Ἀγαμεμνονέην. τὸν, ἑόν τε Πόδαργον:


Iliad 23.296: τὴν Ἀγαμέμνονι δῶκ’ Ἀγχισιάδης Ἐχέπωλος


Iliad 23.297: δῶρ’. ἵνα μή οἱ ἕποιθ’ ὑπὸ ΅Ιλιον ἠνεμόεσσαν.


Iliad 23.298: ἀλλ’ αὐτοῦ τέρποιτο μένων: μέγα γάρ οἱ ἔδωκε


Iliad 23.299: Ζεὺς ἄφενος. ναῖεν δ’ ὅ γ’ ἐν εὐρυχόρω Σικυῶνι:


Iliad 23.300: τὴν ὅ γ’ ὑπο ζυγὸν ἦγε μέγα δρόμου ¨ἰχανόωσαν:


Iliad 23.301: Ἀντίλοχος δὲ τέταρτος ἐΰτριχας ὡπλήσαθ’ ἵππους.


Iliad 23.302: Νέστορος  ἀγλαὸς υἱὸς ὑπερθύμοιο ἄνακτος


Iliad 23.303: τοῦ Νηληϊάδαο: πυλοιγενέες δέ οἱ ἵπποι


Iliad 23.304: ὠκύποδες φέρον ἅρμα: πατὴρ δέ οἱ ἄγχι παραστὰς


Iliad 23.305: μυθεῖτ’ εἰς ἀγαθὰ. φρονέων. νοέοντι καὶ αὐτῷ:


Iliad 23.306: Ἀντίλοχ’; ἤτοι μέν σε νέον περ’, ἐόντ’ ἐφίλησαν


Iliad 23.307: Ζεύς τε Ποσειδάων τε: καὶ ἱπποσύνας ἐδίδαξεν


Iliad 23.308: παντοίας. τῶ καί σε διδασκέμεν οὔ τι μάλα χρεώ:


Iliad 23.309: οἶσθα γὰρ εὖ περι τέρματ’ ἐλισσέμεν: ἀλλά τοι ἵπποι


previousnext
msA 298rmsA 299r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1