Venetus A (Marciana 454 = 822), folio 299, recto

previousnext
msA 298vmsA 299v

Iliad text (25 lines)


Iliad 23.310: βάρδιστοι θείειν. τῶ τ’ οἴω λοίγι’ ἔσεσθαι:


Iliad 23.311: τῶν δ’ ἵπποι μὲν έασιν  φάρτεροι, οὐδὲ μὲν αυτοὶ


Iliad 23.312: πλείονα, ί̈σσασιν σέθεν αὐτοῦ μητίσασθαι:


Iliad 23.313: ἁλλ' άγε δὴ σὺ φίλος μῆτιν ἐμβάλλεο θυμῷ


Iliad 23.314: παντοίην. ἵνα μή σε παρεκπροφύγῃσιν ἄεθλα:


Iliad 23.315: μήτῑ τοι δρυτόμος μέγ’  μείνων, ἠὲ βίηφι:


Iliad 23.316: μήτῑ δ’ αῦτε κυβερνήτης ἐνι οἴνοπι πόντῳ


Iliad 23.317: νῆα θοὴν ἰθύνει ἐρεχθομένην  ἀνέμοισι:


Iliad 23.318: μήτῑ δ’ ἡνίοχος περιγίνεται ἡνιόχοιο:


Iliad 23.319: ἂλλ’ ὃς μέν θ’ ἵπποισι καὶ ἅρμασιν οἷσι πεποιθὼς


Iliad 23.320: ἀφραδέως ἐπι πολλὸν ἐλίσσεται ἔνθα καὶ ἔνθα,


Iliad 23.321: ἵπποι δὲ πλανόωνται  ἀνὰ δρόμον. οὐδὲ κατίσχει:


Iliad 23.322: ὃς δέ κε κέρδεα εἰδῇ. ἐλαύνων ἥσσονας ἵππους.


Iliad 23.323: αἰεὶ τέρμ’ ὁρόων, στρέφει ἐγγύθεν: οὐδέ ἑ λήθει


Iliad 23.324: ὅππως τὸν πρῶτον τανύσῃ βοέοισιν ϊμᾶσιν:


Iliad 23.325: ἂλλ’ ἔχει  σφαλέως. καὶ τὸν προὔχοντα δοκεύει:


Iliad 23.326: σῆμα δέ τοι ἐρέω μάλ’  ἀριφραδὲς. οὐδέ σε λήσει:


Iliad 23.327: ἕστηκε ξύλον αὗον ὅσόν τ’ ὄργυι’ ὑπερ αἴης.


Iliad 23.328: ἠ δρυὸς. ἠ πεύκης. τὸ μὲν οὐ καταπύθεται ὄμβρῳ:


Iliad 23.329: λᾶε δὲ τοῦ ἑκάτερθεν ἐρηρέδαται δύο λευκὼ


Iliad 23.330: ἐν ξυνοχῇσιν ὁδοῦ. λεῖος δ’ ἱππόδρομος  ἀμφίς:


Iliad 23.331: ἤ τευ, σῆμα βροτοῖο πάλαι κατατεθνειῶτος ,


Iliad 23.332: ἢ τό γε νύσσα τέτυκται ἐπι προτέρων ἀνθρώπων:


Iliad 23.333: καὶ νῦν τέρματ’ ἔθηκε ποδάρκης δῖος Ἀχιλλεύς:


Iliad 23.334: τῷ σὺ μάλ’ ἐγχρίμψας ἐλάαν σχεδὸν ἅρμα καὶ ἵππους:


previousnext
msA 298vmsA 299v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1