Venetus A (Marciana 454 = 822), folio 299, verso

previousnext
msA 299rmsA 300r

Iliad text (25 lines)


Iliad 23.335: αὐτὸς δὲ κλινθῆναι ἐϋπλέκτῳ ἐνι δίφρῳ


Iliad 23.336: ῆκ’ ἐπαριστερὰ τοῖϊν:  ἀτὰρ τὸν δεξιὸν ἵππον


Iliad 23.337: κένσαι ὁμοκλήσας. εῖξαι τέ οἱ ἡνία χερσίν:


Iliad 23.338: ἐν νύσσῃ δέ τοι ἵππος ἀριστερὸς ἐγχριμφθήτω:


Iliad 23.339: ὡς ἄν τοι πλήμνη γε δοάσσεται ἄκρον ἱ̈κέσθαι.


Iliad 23.340: κύκλου ποιητοῖο: λίθου δ’ ἀλέασθαι ἐπαυρεῖν.


Iliad 23.341: μή πως ἵππους τε τρώσῃς. κατά θ’ ἅρματα άξῃς:


Iliad 23.342: χάρμα δὲ τοῖς ἄλλοισιν, ἐλεγχείη δέ σοι αὐτῷ


Iliad 23.343: ἔσσεται: ἀλλὰ φίλος. φρονέων πεφυλαγμένος εἶναι:


Iliad 23.344: εἰ γάρ κ’ ἐν νύσσῃ γε παρὲξ ελάσῃσθα διώκων,


Iliad 23.345: οὐκ έσθ’ ὅς κέ σ’ ἕλῃσι μετάλμενος, οὐδὲ παρέλθοι:


Iliad 23.346: οὐδ’ εἴ κεν μετόπισθεν ἀρίονα δῖον ἐλαύνοι.


Iliad 23.347: Ἀδρήστου ταχὺν ἵππον. ὃς ἐκ θεόφιν γένος ῆεν.


Iliad 23.348: ἢ τοὺς Λαομέδοντος. οἳ ἐνθάδε γ’ ἔτραφεν ἐσθλοί:


Iliad 23.349: ὡς εἰπὼν Νέστωρ Νηλήϊος ἂψ' ἐνι χώρῃ


Iliad 23.350: ἕζετ’. ἐπεὶ ᾧ παιδὶ ἑκάστου πείρατ’ έειπε:


Iliad 23.351: Μηριόνης δ’ ἄρα πέμπτος ἐΰτριχας ὡπλίσαθ’ ἵππους:


Iliad 23.352: ἂν δ’ ἔβαν ἐς δίφρους. ἒν δὲ κλήρους ἐβάλοντο:


Iliad 23.353: πάλλ’ Ἀχιλεὺς. ἐκ δὲ κλῆρος θόρε Νεστορίδᾱο.


Iliad 23.354: Ἀντιλόχου. μετὰ τὸν δ’ ἔλαχε κρείων Εὔμηλος:


Iliad 23.355: τῷ δ’ ὰρ ἐπ’ Ἀτρείδης. δουρὶ κλυτὸς Μενέλαος:


Iliad 23.356: τῷ δ’ ἐπι Μηριόνης λάχ’ ἐλαυνέμεν: ὕστατος αῦτε


Iliad 23.357: Τυδείδης. ὄχ’ ἄριστος ἐὼν. λάχ’ ἐλαυνέμεν ἵππους:


Iliad 23.358: στὰν δὲ μεταστοιχί̄, σήμηνε δὲ τέρματ’ Ἀχιλλεὺς


Iliad 23.359: τηλόθεν ἐν λείῳ πεδίῳ: παρὰ δὲ σκοπὸν εἷσεν


previousnext
msA 299rmsA 300r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1