Venetus A (Marciana 454 = 822), folio 300, recto
previous | next |
---|---|
msA 299v | msA 300v |
Iliad text (25 lines)
Iliad 23.360: ἀντίθεον Φοίνικα, ὀπάονα πατρὸς ἑοῖο.
Iliad 23.361: ὡς μεμνέῳτο δρόμου: καὶ ἀληθείην ἀποείποι:
Commented on by msA 23.1601, msAim 23.1609
Iliad 23.362: οἱ δ’ ἄρα πάντες ἐφ’ ἵπποιϊν μάστιγας ἄειραν:
Commented on by msAint 23.1605
Iliad 23.363: πέπληγόν θ’ ϊμᾶσιν. ὁμόκλησάν τ’ ἐπέεσσιν
Iliad 23.364: ἐσσυμένως. οἱ δ’ ὦκα διέπρησσον πεδίοιο
Commented on by msAim 23.1607
Iliad 23.365: νόσφι, νεῶν ταχέως; ὑπο δὲ στέρνοισι κονίη
Iliad 23.366: ἵστατ’ ἀειρομένη. ὥς τε νέφος, ἠὲ θύελλα:
Iliad 23.367: χαῖται δ’ ἐρρώοντο μετὰ πνοιῇς ἀνέμοιο:
Iliad 23.368: ἅρματα δ’ ἄλλοτε μὲν χθονὶ πίλνατο πουλυβοτείρῃ.
Iliad 23.369: ἄλλοτε δ’ ἀΐξασκε μετήορα: τοῖδ’ ἐλατῆρες
Iliad 23.370: ἕστασαν ἐν δίφροισι. πάτασσε δὲ θυμὸς ἑκάστου
Iliad 23.371: νίκης ϊεμένων: κέκλοντο δὲ οἷσιν ἕκαστος
Iliad 23.372: ἵπποις. οἱ δ’ ἐπέτοντο κονίοντες πεδίοιο:
Commented on by msAim 23.1608
Iliad 23.373: Ἀλλ’ ὅτε δὴ πύματον τέλεον δρόμον ὠκέες ἵπποι
Iliad 23.374: ἂψ. ἐφ’ ἁλὸς πολιῆς. τότε δὴ ἀρετή γε ἑκάστου
Commented on by msAint 23.1606
Iliad 23.375: φαίνετ’. ἄφαρ δ’ ἵπποισι τάθη δρόμος; ὦκα δ’ ἔπειτα
Iliad 23.376: αἰ Φηρητιάδαο ποδώκεες ἔκφερον ἵπποι:
Iliad 23.377: τὰς δὲ μετ’ ἐξέφερον Διομήδεος ἄρσενες ἵ̈πποι
Commented on by msA 23.1602
Iliad 23.378: Τρώϊοι: οὐδέ τι πολλὸν ἄνευθ’ έσαν, ἀλλὰ μάλ’ ἐγγύς:
Iliad 23.379: αἰεὶ γὰρ δίφρου ἐπιβησομένοισιν ἐΐκτην:
Iliad 23.380: πνοιῇ δ’. Εὐμήλοιο μετάφρενον, εὐρέε τ’ ὤμω
Iliad 23.381: θέρμετ’. ἐπ’ αὐτῷ γὰρ κεφαλὰς καταθέντε πετέσθην:
Iliad 23.382: καί νύ κεν ἢ παρέλασσ’ ἢ ἀμφήριστον ἔθηκεν.
Iliad 23.383: εἰ μὴ Τυδέος υἷϊ κοτέσσατο Φοῖβος Ἀπόλλων:
Commented on by msA 23.1603
Iliad 23.384: ὅς ῥά οι ἐκ χειρῶν ἔβαλεν μάστιγα φαεινήν:
Other texts (8 passages)
Scholia group: msAint
msAint 23.1605: γράφεται οιδ’ἄμαι
Comments on 23.362
msAint 23.1606: αἱ πλείους ἀφ’ ἁλὸς καὶ μή ποτε λόγον ἔχει
Comments on 23.374
Scholia group: msAim
msAim 23.1607: ὅτι λειπ ἡ διὰ δια πεδίου
Comments on 23.364
msAim 23.1608: ὅτι ελλειπ ἡ διὰ δια πεδίου
Comments on 23.372
msAim 23.1609: δρόμους πθ Ἀρισταρχος
Comments on 23.361
Scholia group: msA
msA 23.1601: ὡς μεμνέωιτο δρόμου: προπαροξυτονητέον τὸ μεμνέῳτο. γράφεται δὲ καὶ σὐν τῳ ϊ τὸ ῳ οὕτως δε καὶ ὀ Ἀσκαλωνιτες ἐκ τοῦ μέμνεοιτο ἡγούμενος αὐτὸ εῖναι παρα μέντοι Ξεννοφῶντι ἄνευ τοῦ ε ἐστιν ὁ σχηματισμος καὶ προπερισπᾶται ἑν Κύρουπαιδέιας πρώτῳ ἀλλ’ότε τὰ ἄριστα πράττοι. τότε μάλιστα τὸν θν μέμνωτο: τὸ δε ἀναλογον δια τοῦ η προκειμενου τοῦ ϊ παρ Αριστοφάνει ἐν Πλούτῳ δευτέρῳ. ἵνα τουμὸν ϊματιον φορων μέμνηταί μου: καὶ πάλιν προπερισπάστεον ἐν ἐτέροις μέντοι ἐντελώς περι τοῦ σχηματισμοῦ διέλαβον: καὶ περι γραφῆς τῆς κατὰ γενικὴν λέγω δὲ τῆς δρόμου. ἠ αιτιατικῆς πληθυντικῆς τῆς δρόμους
Comments on 23.361
msA 23.1602: τὰς δὲ μετ’: οὐκ αναστρεπτέον τὴν μετὰ πέπτωκε γὰρ μέσος ὁ δε
Comments on 23.377
msA 23.1603: εἰ μή Τυδέος ὗϊος δεόντος τοῦ Εὐμηλου ἵππων προνοούμενος εἰσάγεται ὁ Ἀπόλλων ἐπεὶ αὐτος ἀνεθρέψατο αὐτὰς κατα τὸν ποιητ λέγοντα τὰς ἐν Πειερίῃ θρέψατ’ ἀργυρότοξος ἄμφω θηλείας, φόβον ¨Αρεως φορεούσας δοκεῖ γὰρ κατα τὸν μῦθον Ἀπόλλων θητεῦσαι Αδμήτω : τῷ Ἐυδμήλου πατρί. ὡς μὲν Εὐριπιδης ἐν διὰ τὸ φονεῦσαι Κύκλωπας. ὡς δὲ Καλλίμαχος δια τὸ ἐρασθῆναι Ἀδμήτου
Comments on 23.383
previous | next |
---|---|
msA 299v | msA 300v |