Venetus A (Marciana 454 = 822), folio 300, verso
previous | next |
---|---|
msA 300r | msA 301r |
Iliad text (25 lines)
Iliad 23.385: τοῖο δ’ π’ ὀφθαλμῶν χύτο δάκρυα χωομένοιο.
Iliad 23.386: οὕνεκα τὰς μὲν ὅρα ἔτι καὶ πολὺ μᾶλλον ϊούσας.
Iliad 23.387: οἱ δέ οἱ ἐβλάφθησαν. ἄνευ κέντροιο θέοντες:
Iliad 23.388: οὐδ’ ὰρ’ Ἀθηναίην ἑλεφηράμενος λάθ’ Ἀπόλλων
Iliad 23.389: Τυδείδην: μάλα δ’ ῶκα μετέσσυτο ποιμένα λαῶν:
Iliad 23.390: δῶκε δέ οἱ μάστιγα. μένος δ’ ἵπποισιν ἐν ᾗκεν:
Iliad 23.391: ἡ δὲ μετ’ Ἀδμήτου υἱὸν κοτέους’ ἐβεβήκει:
Iliad 23.392: ἵ̈ππειον δέ οἱ ῆξε θεὰ ζυγόν: αἳ δέ οἱ ἵπποι
Iliad 23.393: μφὶς ὁδοῦ δραμέτην. ῥυμὸς δ’ ἐπὶ γαῖαν ἐλύσθη:
Iliad 23.394: αὐτὸς δ’ ἐκ δίφροιο παρα τροχὸν ἐξεκυλίσθη:
Iliad 23.395: ἀγκῶνάς τε περιδρύφθη. στόμα τε. ῥῖνάς τε.
Iliad 23.396: θρυλίχθη δὲ μέτωπον ἐπ’ ὀφρύσι: τὼ δέ οἱ ὄσσε
Iliad 23.397: δακρυόφιν πλῆσθεν. θαλερὴ δέ οἱ ἔσχετο φωνή:
Iliad 23.398: Τυδείδης δὲ παρατρέψας ἔχε μώνυχας ἵππους.
Iliad 23.399: πολλὸν, τῶν ἄλλων ἐξάλμενος. ἒν γὰρ Ἀθήνη
Iliad 23.400: ἵπποις ἧκε μένος. καὶ ἐπ’ αὐτῷ κῦδος ἔθηκε:
Iliad 23.401: τῷ δ’ ὰρ’ ἐπ’ Ἀτρείδης εἶχε ξανθὸς Μενέλᾱος:
Iliad 23.402: Ἀντίλοχος δ’ ἵπποισιν ἐκέκλετο πατρὸς εοῖο:
Iliad 23.403: ἔμβητον. καὶ σφῶϊ τιταίνετον ὅττι τάχιστα:
Iliad 23.404: ἤτοι μὲν κείνοισιν ἐριζέμεν οὔ τι κελεύω
Iliad 23.405: Τυδείδεω ἵπποισι δαΐφρονος. οἷσιν Ἀθήνη
Iliad 23.406: νῦν ὤρεξε τάχος. καὶ ἐπ’ αὐτῷ κῦδος ἔθηκεν:
Iliad 23.407: ἵ̈ππους δ’ Ἀτρείδαο κιχάνετε. μὴ δὲ λίπησθον.
Iliad 23.408: καρπαλίμως. μὴ σφῶϊν ἐλεγχείην καταχεύῃ
Iliad 23.409: Αἴθη θῆλυς ἐοῦσα: τίὴ λείπεσθε φέριστοι:
previous | next |
---|---|
msA 300r | msA 301r |