Venetus A (Marciana 454 = 822), folio 301, recto
previous | next |
---|---|
msA 300v | msA 301v |
Iliad text (24 lines)
Iliad 23.410: ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται:
Iliad 23.411: οὐ σφῶϊν κομιδὴ παρὰ Νέστορι ποιμένι λαῶν
Iliad 23.412: ἔσσεται, αὐτίκα δ’ ὔμμε κατακτενεῖ ὀξέϊ χαλκῷ,
Iliad 23.413: αἴ κ’ ποκηδήσαντε φερώμεθα χεῖρον ἄεθλον.
Iliad 23.414: λλ’ ἐφομαρτεῖτον καὶ σπεύδετον ὅττι τάχιστα:
Iliad 23.415: ταῦτα δ’ ἐγὼν αὐτὸς τεχνήσομαι ἠδὲ νοήσω
Iliad 23.416: στεινωπῷ ἒν ὁδῷ παραδύμεναι, οὐδέ με λήσει.
Iliad 23.417: ὡς ἔφαθ’, οἱ δ’ ἄνακτος ὑποδδείσαντες ὁμοκλὴν
Iliad 23.418: μᾶλλον ἐπιδραμέτην ὀλίγον χρόνον: αἶψα δ’ ἔπειτα
Iliad 23.419: στεῖνος ὁδοῦ κοίλης ἴδεν Ἀντίλοχος μενεχάρμης.
Iliad 23.420: ῥωχμὸς ἔην γαίης, ᾗ χειμέριον λὲν ὕδωρ
Iliad 23.421: ἐξέρρηξεν ὁδοῖο, βάθυνε δὲ χῶρον ἅπαντα:
Iliad 23.422: τῇ ῥ’ εἶχεν Μενέλαος ἁματροχιὰς λεείνων.
Iliad 23.423: Ἀντίλοχος δὲ παρατρέψας ἔχε μώνυχας ἵππους
Iliad 23.424: ἐκτὸς ὁδοῦ, ὀλίγον δὲ παρακλίνας ἐδίωκεν.
Iliad 23.425: Ἀτρεΐδης δ’ ἔδδεισε καὶ Ἀντιλόχῳ ἐγεγώνει:
Iliad 23.426: Ἀντίλοχ’ φραδέως ἱππάζεαι, λλ’ ἄνεχ’ ἵππους:
Iliad 23.427: στεινωπὸς γὰρ ὁδός, τάχα δ’ εὐρυτέρη περ ἐλάσσεις:
Iliad 23.428: μή πως μφοτέρους δηλήσεαι ἅρματι κύρσας.
Iliad 23.429: ὡς ἔφατ’, Ἀντίλοχος δ’ ἔτι καὶ πολὺ μᾶλλον ἔλαυνε
Iliad 23.430: κέντρῳ ἐπισπέρχων ὡς οὐκ ΐοντι ἐοικώς.
Iliad 23.431: ὅσσα δὲ δίσκου οὖρα κατ’ ωμαδίοιο πέλονται,
Iliad 23.432: ὅν τ’ αἰζηὸς φῆκεν νὴρ πειρώμενος ἥβης,
Iliad 23.433: τόσσον ἐπιδραμέτην: αἱ δ’ ἠρώησαν ὀπίσσω
previous | next |
---|---|
msA 300v | msA 301v |