Venetus A (Marciana 454 = 822), folio 301, verso
previous | next |
---|---|
msA 301r | msA 302r |
Iliad text (24 lines)
Iliad 23.434: Ἀτρεΐδεω: αὐτὸς γὰρ ἑκὼν μεθέηκεν ἐλαύνειν
Iliad 23.435: μή πως συγκύρσειαν ὁδῷ ἔνι μώνυχες ἵπποι,
Iliad 23.436: δίφρους τ’ νστρέψειαν ἐϋπλεκέας, κατὰ δ’ αὐτοὶ
Iliad 23.437: ἐν κονίῃσι πέσοιεν ἐπειγόμενοι περὶ νίκης.
Iliad 23.438: τὸν καὶ νεικείων προσέφη ξανθὸς Μενέλαος:
Iliad 23.439: Ἀντίλοχ’ οὔ τις σεῖο βροτῶν ὀλοώτερος ἄλλος:
Iliad 23.440: ἔρρ’, ἐπεὶ οὔ ς’ ἔτυμόν γε φάμεν πεπνῦσθαι Ἀχαιοί.
Commented on by msAint 23.2015, msA 23.1901
Iliad 23.441: λλ’ οὐ μὰν οὐδ’ ὡς ἄτερ ὅρκου οἴσῃ ἄεθλον.
Iliad 23.442: ὡς εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέν τε:
Iliad 23.443: μή μοι ἐρύκεσθον μὴ δ’ ἕστατον χνυμένω κῆρ.
Iliad 23.444: φθήσονται τούτοισι πόδες καὶ γοῦνα καμόντα
Iliad 23.445: ἢ ὑμῖν: ἄμφω γὰρ τέμβονται νεότητος.
Commented on by msAil 23.1904
Iliad 23.446: ὡς ἔφαθ’, οἱ δὲ ἄνακτος ὑποδδείσαντες ὁμοκλὴν
Iliad 23.447: μᾶλλον ἐπιδραμέτην, τάχα δέ σφισιν ἄγχι γένοντο.
Iliad 23.448: Ἀργεῖοι δ’ ἐν γῶνι καθήμενοι εἰσορόωντο
Iliad 23.449: ἵππους: τοὶ δὲ πέτοντο κονίοντες πεδίοιο.
Iliad 23.450: πρῶτος δ’ Ἰδομενεὺς Κρητῶν γὸς ἐφράσαθ’ ἵππους:
Iliad 23.451: ἧστο γὰρ ἐκτὸς γῶνος ὑπέρτατος ἐν περιωπῇ:
Iliad 23.452: τοῖο δ’ ἄνευθεν ἐόντος ὁμοκλητῆρος κούσας
Iliad 23.453: ἔγνω, φράσσατο δ’ ἵππον ριπρεπέα προὔχοντα,
Iliad 23.454: ὃς τὸ μὲν ἄλλο τόσον φοῖνιξ ἦν, ἒν δὲ μετώπῳ
Commented on by msA 23.1902, msAil 23.1905
Iliad 23.455: λευκὸν σῆμ’ ἐτέτυκτο περίτροχον ἠΰτε μήνη.
Commented on by msA 23.1903
Iliad 23.456: στῆ δ’ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν:
Iliad 23.457: ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
Other texts (5 passages)
Scholia group: msAil
msAil 23.1904: στερίσκονται
Comments on 23.445
msAil 23.1905: πυρρός
Comments on 23.454
Scholia group: msA
msA 23.1901: ἐπεὶ ού σ’ ἔτυμόν γε φάμεν: παρατατικός ἐστι ἀντι τοῦ ἔφαμεν: ϊωνικῶς οὖν ἀναγνωστέον τὴν φα συλλαβὴν ὀξύνοντας
Comments on 23.440
msA 23.1902: ὃς τὸ μὲν ἅλλος τόσον φοῖνιξ ὅτι οὕτος εἴωθε λέγειν τὸ παρα μικρὸν ἀντι τοῦ ὁς τὸ μὲν λοιπον σῶμα
Comments on 23.454
msA 23.1903: σημ’ ἐτέτυκτο: οὕτως ϊακῶς τέτυκτο ὁ Ἀρίσταρχος
Comments on 23.455
previous | next |
---|---|
msA 301r | msA 302r |