Venetus A (Marciana 454 = 822), folio 302, recto
previous | next |
---|---|
msA 301v | msA 302v |
Iliad text (25 lines)
Iliad 23.458: οἶος ἐγὼν ἵππους αὐγάζομαι ἠὲ καὶ ὑμεῖς;
Iliad 23.459: ἄλλοι μοι δοκέουσι παροίτεροι ἔμμεναι ἵπποι,
Commented on by msA 23.2001
Iliad 23.460: ἄλλος δ’ ἡνίοχος ἰνδάλλεται: αἱ δέ που αὐτοῦ
Iliad 23.461: ἔβλαβεν ἐν πεδίῳ, αἳ κεῖσέ γε φέρτεραι ἦσαν:
Commented on by msA 23.2002
Iliad 23.462: ἤτοι γὰρ τὰς πρῶτα ἴδον περὶ τέρμα βαλούσας,
Commented on by msA 23.2003
Iliad 23.463: νῦν δ’ οὔ πω δύναμαι ἰδέειν: πάντῃ δέ μοι ὄσσε
Commented on by msA 23.2004, msA 23.2004bis, msAim 23.2011
Iliad 23.464: Τρωϊκὸν μ πεδίον παπταίνετον εἰσορόωντι:
Commented on by msAint 23.2014
Iliad 23.465: ἠὲ τὸν ἡνίοχον φύγεν ἡνία, οὐδὲ δυνάσθη
Iliad 23.466: εὖ σχεθέειν περὶ τέρμα καὶ οὐκ ἐτύχησεν ἑλίξας:
Iliad 23.467: ἔνθά μιν ἐκπεσέειν ὀΐω σύν θ’ ἅρματα ἄξαι,
Commented on by msAext 23.2016, msAim 23.2012
Iliad 23.468: αἱ δ’ἐξηρώησαν, ἐπεὶ μένος ἔλλαβε θυμόν.
Commented on by msAil 23.2016
Iliad 23.469: λλὰ ἴδεσθε καὶ ὕμμες νασταδόν: οὐ γὰρ ἔγωγε
Iliad 23.470: εὖ διαγινώσκω: δοκέει δέ μοι ἔμμεναι νὴρ
Iliad 23.471: Αἰτωλὸς γενεήν, μετὰ δ’ Ἀργείοισιν νάσσει
Commented on by msA 23.2005, msA 23.2005bis
Iliad 23.472: Τυδέος ἱπποδάμου υἱὸς κρατερὸς Διομήδης.
Iliad 23.473: τὸν δ’ αἰσχρῶς ἐνένιπεν Ὀϊλῆος ταχὺς Αἴας:
Iliad 23.474: Ἰδομενεῦ τί πάρος λαβρεύεαι; αἱ δέ τ’ ἄνευθεν
Commented on by msAil 23.2017
Iliad 23.475: ἵπποι ερσίποδες πολέος πεδίοιο δίενταιδίωνται.
Commented on by msA 23.2006, msAim 23.2013
Iliad 23.476: οὔτε νεώτατός ἐσσι μετ’ Ἀργείοισι τοσοῦτον,
Iliad 23.477: οὔτέ τοι ὀξύτατον κεφαλῆς ἐκδέρκεται ὄσσε:
Iliad 23.478: λλ’ αἰεὶ μύθοις λαβρεύεαι: οὐδέ τί σε χρὴ
Iliad 23.479: λαβραγόρην ἔμεναι: πάρα γὰρ καὶ μείνονες ἄλλοι.
Commented on by msA 23.2007, msA 23.2008, msA 23.2009
Iliad 23.480: ἵπποι δ’ αῦται ἔασι παροίτεροι, αἳ τὸ πάρος περ,
Iliad 23.481: Εὐμήλου, ἐν δ’ αὐτὸς ἔχων εὔληρα βέβηκε.
Commented on by msA 23.2010
Iliad 23.482: Τὸν δὲ χολωσάμενος Κρητῶν γὸς ντίον ηὔδα:
Other texts (18 passages)
Scholia group: msAext
msAext 23.2016: κατα θ’ αρματα
Comments on 23.467
Scholia group: msAint
msAint 23.2014: αἱ Ἀριστάρχου παπταίνεται
Comments on 23.464
msAint 23.2015: ὅτι ἐπὶ πότου ἀντὶ τοῦ πρῶται
Comments on 23.440
Scholia group: msAil
msAil 23.2016: εξώρμησαν ἴσοι
Comments on 23.468
msAil 23.2017: πολυλογεῖς ῆ προγλωσσεύη
Comments on 23.474
Scholia group: msAim
msAim 23.2011: οὕτως διὰ τὸ ν νῦν δ’οὔ πηι Ἀριστοφάνης
Comments on 23.463
msAim 23.2012: γράφεται κατὰ θ’άρματα
Comments on 23.467
msAim 23.2013: ὅτι δια πολλοῦ πεδίου
Comments on 23.475
Scholia group: msA
msA 23.2001: ἄλλοι μοι δοκέουσι παροίτεροι προς τὸ παροίτεροι ὄτι τοπικῶς ἀντι τοῦ πρότεροι κατα τὸν δρόμον
Comments on 23.459
msA 23.2002: αἱ κεῖσέ γε φέρτεραι: Ζηνοδοτος καὶ Ἀριστοφάνης αἳ κεῖθί γε καὶ ἐστιν ἀναλογώτερον
Comments on 23.461
msA 23.2003: ήιτοι γὰρ τὰς πρῶτα ΐδον περι τέρμα βαλύσας: ὑποστκτέον ἐπι το βαλούσας περισσεύνοτος τοῦ ἐπιφερομένου συνδεσμοῦ
Comments on 23.462
msA 23.2004: νῦν δ’ οὔ πη ὁ δε λόγος ἂς τὸ πρῶτον ΐδον καμπτούσας. νῦν οὐ δύναμαι ϊδεῖν
Comments on 23.463
msA 23.2005: αἰτωλὸς γενεὴν, ἀθετεῖται ὅτι τὸ ἐπεξηγεῖσθαι ποιητικὸν οὐχ’ ἡρωϊκοῦ προσώπου: ἄλλως ἀθετεῖται ὡς ληρώδης καὶ προς τῶ τε τῆς ποιησέως γεγονώς διασαφεῖν ἐθέλει τὰ προγνωσθέντα Διομήδ
Comments on 23.471
msA 23.2006: πεδίοιο δίωνται: ὡς λάβωνται ἔιπομεν δὲ δὴ ὡς ἐστι καὶ δίω βαρυνόμενον ὃ σημαίνοι ἂν τὸ διώκω. ἔνθεν τὸ τρὶς περι άστυ μέγα πριάμου δίον καὶ τὸ κνώδαλον ὅττι δίοιτο : καὶ περισπώμενον ἔνθεν τὸ δίημι ἐγένετο παρ ὃ τὸ ἵπποι ἀερσίποδες πολέος πεδίοιο δίενται . καὶ τὸ αύτως ἐν δίεσαν
Comments on 23.475
msA 23.2007: λαβραγόρην έμεναι ἀθετεῖται ὅτι οὐκ ἀναγκαῖος, πρόκειται γὰρ τὸ ἀλλ’ αἰεὶ μύθοισι λαβρεύεαι : καὶ τὸ πάρα γὰρ καὶ ἀμείνονες ἄλλοι οὐ δεόντως ἐπιλέγεται: οὐ γὰρ ἀμεινόνων ἔργων τὸ λαβρεύεσθαι
Comments on 23.479
msA 23.2008: πρόγλωσσος ἀεὶ καὶ θρασὺς Αἴας καὶ νῦν τὸ ¨ῖδιον νόσημα φυσικῶς ἑτέρωι ἐπιδίδωσι δι ὂ ἐπι τῆς γλώσσης κολάζεται νῦν τὲ καὶ ἐν τῶι ναυμαχίωι
Comments on 23.479
msA 23.2009: πάρα γὰρ καὶ ἀμείνονες ἄλλοι: τὸ πάρα ἀντι τοῦ πάρεισι δι ὃ τὴν πρώτην ὀξυτονητέον ὁμοίως τῶι πάρα δ’ ἀνὴρ ὁς καταθήσει
Comments on 23.479
msA 23.2010: Εὐμήλου ἐν δ’ αὐτὸς ἔχων εὔληρα: ὅτι ἅπαξ τὰς ἡνίας οὕτως κέκληκεν ἐνταῦθα
Comments on 23.481
previous | next |
---|---|
msA 301v | msA 302v |