Venetus A (Marciana 454 = 822), folio 302, verso

previousnext
msA 302rmsA 303r

Iliad text (25 lines)


Iliad 23.483: Αἶαν νείκει ἄριστε κακοφραδὲς ἄλλά τε πάντα

Commented on by msAim 23.2104


Iliad 23.484: δεύεαι Ἀργείων, ὅτι τοι νόος ἐστὶν  πηνής.


Iliad 23.485: δεῦρό νυν ἢ τρίποδος περιδώμεθον ἠὲ λέβητος,

Commented on by msA 23.2101, msAext 23.2116, msAim 23.2105


Iliad 23.486: ἵστορα δ’ Ἀτρεΐδην Ἀγαμέμνονα θείομεν ἄμφω,


Iliad 23.487: ὁππότεραι πρόσθ’ ἵπποι, ἵνα γνοίης  ποτίνων.

Commented on by msA 23.2102


Iliad 23.488: ὡς ἔφατ’, ὤρνυτο δ’ αὐτίκ’ Ὀϊλῆος ταχὺς Αἴας


Iliad 23.489: χωόμενος χαλεποῖσιν  μείψασθαι ἐπέεσσι:


Iliad 23.490: καί νύ κε δὴ προτέρω ἔτ’ ἔρις γένετ’  μφοτέροισιν,


Iliad 23.491: εἰ μὴ Ἀχιλλεὺς αὐτὸς  νίστατο καὶ φάτο μῦθον:


Iliad 23.492: μηκέτι νῦν χαλεποῖσιν  μείβεσθον ἐπέεσσιν


Iliad 23.493: αἴαν Ἰδομενεῦ τε κακοῖς, ἐπεὶ οὐδὲ ἔοικε.


Iliad 23.494: καὶ δ’ ἄλλῳ νεμεσᾶτον ὅτις τοιαῦτά γε ῥέζοι.


Iliad 23.495: λλ’ ὑμεῖς ἐν  γῶνι καθήμενοι εἰσοράασθε


Iliad 23.496: ἵππους: οἱ δὲ τάχ’ αὐτοὶ ἐπειγόμενοι περὶ νίκης


Iliad 23.497: ἐνθάδ’ ἐλεύσονται: τότε δὲ γνώσεσθε ἕκαστος


Iliad 23.498: ἵππους Ἀργείων, οἳ δεύτεροι οἵ τε πάροιθεν.


Iliad 23.499: ὡς φάτο, Τυδεΐδης δὲ μάλα σχεδὸν ἦλθε διώκων,


Iliad 23.500: μάστι δ’ αἰὲν ἔλαυνε κατωμαδόν: οἳ δέ οἱ ἵπποι

Commented on by msA 23.2103, msAil 23.2111


Iliad 23.501: ὑψός’  ειρέσθην ῥίμφα πρήσσοντε κέλευθον.


Iliad 23.502: αἰεὶ δ’ ἡνίοχον κονίης ῥαθάμιγγες ἔβαλλον,


Iliad 23.503: ἅρματα δὲ χρυσῷ πεπυκασμένα κασσιτέρῳ τε


Iliad 23.504: ἵπποις ὠκυπόδεσσιν ἐπέτρεχον: οὐδέ τι πολλὴ


Iliad 23.505: γίνετ’ ἐπισσώτρων ἁρματροχιὴ κατ’ ὄπισθεν


Iliad 23.506: ἐν λεπτῇ κονίῃ: τὼ δὲ σπεύδοντε πετέσθην.


Iliad 23.507: στῆ δὲ μέσῳ ἐν  γῶνι, πολὺς δ’  νεκήκιεν ἱδρὼς


Other texts (11 passages)


Scholia group: msAil

msAil 23.2111: кαтὰ τῶν ώμων

Comments on 23.500


Scholia group: msAim

msAim 23.2104: Αρισταρχος νίκος ἄριστε ὡς εἰδος αριστε

Comments on 23.483


msAim 23.2105: ὅτι ἄντι τοῦ άγε το δεῦρο

Comments on 23.485


msAim 23.2106: ὅτι ἄντι τοῦ μάρτυρα οἷον συνθηκοφύλακα

Comments on 23.486


msAim 23.2107: ἐν ἄλλῳ καὶ κατέρυκε

Comments on 23.491


msAim 23.2108: κατεχρήσατ

Comments on 23.501


msAim 23.2109: ὅτι τὰ ἄρματα ἐπετρεχον καὶ οὐκ επετρεχεν

Comments on 23.503


msAim 23.2110: ἐν αλλῳ πετεσθον

Comments on 23.506


Scholia group: msA

msA 23.2101: δεῦρο νῦν ἡ τρίποδος περιδώμεθον: ἐνθάδε τὸ νῦν συσταλτέον δια τὸ μέτρον τὸ δὲ περιδώμεθον ἐστι ἓν επεὶ δηλοῖ τὸ συνθήκας ποιησώμεθα

Comments on 23.485


msA 23.2102: ὁππότεραι προσθ’ ἵπποι: ὁ νοῦς ἵνα τὸ ἐπιτίμιον διδοὺς γνῷς ὁπότεραί ἐισὶν ἵπποι πρότεραι

Comments on 23.487


msA 23.2103: μάστι δ’ αἰὲν ἔλαυνε: μάστι ἀπο τῆς μάστιγος ϊωνιξ ὡς Θέτι

Comments on 23.500


previousnext
msA 302rmsA 303r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1