Venetus A (Marciana 454 = 822), folio 303, recto
previous | next |
---|---|
msA 302v | msA 303v |
Iliad text (25 lines)
Iliad 23.508: ἵππων ἔκ τε λόφων καὶ πὸ στέρνοιο χαμᾶζε.
Iliad 23.509: αὐτὸς δ’ ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος,
Commented on by msA 23.2201
Iliad 23.510: κλῖνε δ’ ἄρα μάστιγα ποτὶ ζυγόν: οὐδὲ μάτησεν
Iliad 23.511: ἴφθιμος Σθένελος, λλ’ ἐσσυμένως λάβ’ ἄεθλον,
Iliad 23.512: δῶκε δ’ ἄγειν ἑτάροισιν ὑπερθύμοισι γυναῖκαv
Commented on by msAim 23.2206
Iliad 23.513: καὶ τρίποδ’ ὠτώεντα φέρειν: ὁ δ’ ἔλυεν ὑφ’ ἵππους.
Iliad 23.514: Τῷ δ’ ἄρ’ ἒπ’ Ἀντίλοχος Νηλήϊος ἤλασεν ἵππους
Commented on by msA 23.2202
Iliad 23.515: κέρδεσιν, οὔ τι τάχει γε, παραφθάμενος Μενέλαον:
Iliad 23.516: λλὰ καὶ ὡς Μενέλαος ἔχ’ ἐγγύθεν ὠκέας ἵππους.
Iliad 23.517: ὅσσον δὲ τροχοῦ ἵππος φίσταται, ὅς ῥα τ’ ἄνατα
Iliad 23.518: ἕλκῃσιν πεδίοιο τιταινόμενος σὺν ὄχεσφι:
Commented on by msAim 23.2207
Iliad 23.519: τοῦ μέν τε ψαύουσιν ὀπισσώτρου τρίχες ἄκραι
Commented on by msAext 23.2209
Iliad 23.520: οὐραῖαι: ὁ δέ τ’ ἄγχι μάλα τρέχει, οὐδέ τι πολλὴ
Iliad 23.521: χώρη μεσσηγὺς πολέος πεδίοιο θέοντος:
Commented on by msAim 23.2208
Iliad 23.522: τόσσον δὴ Μενέλαος μύμονος Ἀντιλόχοιο
Iliad 23.523: λείπετ’: τὰρ τὰ πρῶτα καὶ ἐς δίσκουρα λέλειπτο,
Commented on by msA 23.2203, msA 23.2204
Iliad 23.524: λλά μιν αἶψα κίχανεν: ὀφέλλετο γὰρ μένος ἠῢ
Iliad 23.525: ἵππου τῆς Ἀγαμεμνονέης καλλίτριχος Αἴθης:
Iliad 23.526: εἰ δέ κ’ ἔτι προτέρω γένετο δρόμος μφοτέροισι,
Iliad 23.527: τῷ κέν μιν παρέλασς’ οὐδ’ μφήριστον ἔθηκεν.
Commented on by msA 23.2205
Iliad 23.528: αὐτὰρ Μηριόνης θεράπων ἐῢς Ἰδομενῆος
Iliad 23.529: λείπετ’ γακλῆος Μενελάου δουρὸς ἐρωήν:
Iliad 23.530: βάρδιστοι μὲν γάρ οἱ ἔσαν καλλίτριχες ἵπποι,
Iliad 23.531: ἤκιστος δ’ ἦν αὐτὸς ἐλαυνέμεν ἅρμ’ ἐν γῶνι.
Iliad 23.532: υἱὸς δ’ Ἀδμήτοιο πανύστατος ἤλυθεν ἄλλων
Other texts (9 passages)
Scholia group: msAext
msAext 23.2209: ἐπισσώτρου τρι
Comments on 23.519
Scholia group: msAim
msAim 23.2206: προς τὴν διαφορὰν τοῦ άγειν καὶ φέρειν
Comments on 23.512
msAim 23.2207: ὅτι δια πεδίου
Comments on 23.518
msAim 23.2208: ὅτι δια πεδίου
Comments on 23.521
Scholia group: msA
msA 23.2201: αὐτὸς δ’ ἐκ δίφροιο χαμαὶ. ὅτι τοῦτο διακρίνει τὴν ἐν αλλήλοις ἀμγιβολίαν προς τὸ ἐνώπια παμφανόωντα δείκνυται γὰρ τὰ ἅρματα παμφανόωντα:
Comments on 23.509
msA 23.2202: τῷ δ ὰρ ἔπ Αντίλοχος Νηλήϊος ὅτι ἀπο τοῦ προτάτορος ὁ Ἀντίλοχος Νηλήϊος . ἔστι γὰρ θεοῦ υἱὸς ὀ Νηλεὺς Ποσειδῶνος . βραχὺ δὲ διασταλτέον ἐπι τὸ ἲππους προς τὸ σαφέστερον
Comments on 23.514
msA 23.2203: λείπετ’ ἀτὰρ τὰ πρῶτα: σημειοῦνται τινὲς ὅτι ἃ ἄνω εἴπε δίσκου οῦρα: νῦν δὲ συνθετώς δίσκουρα
Comments on 23.523
msA 23.2204: καὶ ἐς δίσκουρα λέλειπτο: Πτολεμαῖος καὶ οἱ πλείους δίσκουρα ὡς λίπουρα. καὶ Ἀρίσταρχος δὲ φησὶν ὅπερ ἄνω κατα διάλυσιν εἷπεν: ὅσσα δὲ δίσκου ούρα τοῦτο νῦν κατα σύνθεσιν ἐξήνεγκεν. καγὼ δὲ, συγκατατίθεμαι
Comments on 23.523
msA 23.2205: τῶ κέ μιν παρέλασ’ ὅτι Ζηνόδοτος γράφει ἡ ἀμφήριστὸν ἔθηκεν οὐκ εὐ. νῦν γὰρ οὐχ αρμόζει ἐπι Διομήδους δὲ τοῦ σύνεγγυς τρέχοντος. δια δὲ τοῦτου βούλεται λέγειν οὐδ’ ὅλως ἀμφήριστον
Comments on 23.527
previous | next |
---|---|
msA 302v | msA 303v |