Venetus A (Marciana 454 = 822), folio 303, verso

previousnext
msA 303rmsA 304r

Iliad text (25 lines)


Iliad 23.533: ἕλκων ἅρματα καλὰ ἐλαύνων πρόσσοθεν ἵππους.

Commented on by msA 23.2301


Iliad 23.534: τὸν δὲ ἰδὼν ᾤκτειρε ποδάρκης δῖος Ἀχιλλεύς,


Iliad 23.535: στὰς δ’ ἂρ’ ἐν Ἀργείοις ἔπεα πτερόεντ’  γόρευε:


Iliad 23.536: λοῖσθος  νὴρ ριστος ἐλαύνει μώνυχας ἵππους:

Commented on by msAil 23.2309


Iliad 23.537: λλ’ ἄγε δή οἱ δῶμεν  έθλιον ὡς ἐπιεικὲς


Iliad 23.538: δεύτερ’:  τὰρ τὰ πρῶτα φερέσθω Τυδέος υἱός.

Commented on by msA 23.2302


Iliad 23.539: ὡς ἔφαθ’, οἱ δ’ ἄρα πάντες ἐπῄνεον ὡς ἐκέλευε.

Commented on by msAim 23.2304


Iliad 23.540: καί νύ κέ οἱ πόρεν ἵππον, ἐπῄνησαν γὰρ Ἀχαιοί,

Commented on by msAim 23.2305


Iliad 23.541: εἰ μὴ ἄρ’ Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς


Iliad 23.542: Πηλεΐδην Ἀχιλῆα δίκῃ ἠμείψατ’  ναστάς:


Iliad 23.543: ὦ Ἀχιλεῦ μάλα τοι κεχολώσομαι αἴ κε τελέσσῃς

Commented on by msAim 23.2306


Iliad 23.544: τοῦτο ἔπος: μέλλεις γὰρ  φαιρήσεσθαι ἄεθλον

Commented on by msAim 23.2307


Iliad 23.545: τὰ φρονέων ὅτι οἱ βλάβεν ἅρματα καὶ ταχέ’ ἵππω


Iliad 23.546: αὐτός τ’ ἐσθλὸς ἐών:  λλ’ ὤφελεν  θανάτοισιν

Commented on by msAext 23.2310


Iliad 23.547: εὔχεσθαι: τό κεν οὔ τι πανύστατος ἦλθε διώκων.


Iliad 23.548: εἰ δέ μιν οἰκτίρεις καί τοι φίλον ἔπλετο θυμῷ

Commented on by msAim 23.2308


Iliad 23.549: ἔστί τοι ἒν κλισίῃ χρυσὸς πολύς, ἔστι δὲ χαλκὸς


Iliad 23.550: καὶ πρόβατ’, εἰσὶ δέ τοι δμῳαὶ καὶ μώνυχες ἵπποι:


Iliad 23.551: τῶν οἱ ἔπειτ’  νελὼν δόμεναι καὶ μεῖζον ἄεθλον

Commented on by msA 23.2303


Iliad 23.552: ἠὲ καὶ αὐτίκα νῦν, ἵνα ς’ αἰνήσωσιν Ἀχαιοί.


Iliad 23.553: τὴν δ’ ἐγὼ οὐ δώσω: περὶ δ’ αὐτῆς πειρηθήτω


Iliad 23.554: νδρῶν ὅς κ’ ἐθέλῃσιν ἐμοὶ χείρεσσι μάχεσθαι.


Iliad 23.555: ὡς φάτο, μείδησεν δὲ ποδάρκης δῖος Ἀχιλλεὺς


Iliad 23.556: χαίρων Ἀντιλόχῳ, ὅτι οἱ φίλος ἦεν ἑταῖρος:


Iliad 23.557: καί μιν  μειβόμενος ἔπεα πτερόεντα προσηύδα:


Other texts (10 passages)


Scholia group: msAext

msAext 23.2310: ὤφελεν

Comments on 23.546


Scholia group: msAil

msAil 23.2309: ἔσχατος

Comments on 23.536


Scholia group: msAim

msAim 23.2304: εν αλλῳ ηδὲ κέλευον:

Comments on 23.539


msAim 23.2305: ἐν αλλῳ ἐπήνησαν γὰρ οἱ ἄλλοι

Comments on 23.540


msAim 23.2306: σημειοῦνται τινὲς ὅτι ἄντι μηνίσω

Comments on 23.543


msAim 23.2307: ὄτι ἄντι τοῦ έοικας

Comments on 23.544


msAim 23.2308: οὕτως διὰ τοῦ σ φίλος πᾶσαι εῖχον

Comments on 23.548


Scholia group: msA

msA 23.2301: ἕλκων άρματα καλα: οὕτως πρόσσοθεν ἐλαύνων κατεαγότος δὲ τοῦ δίφρου ἀφικνεῖται ἐκ τῶν ἔμπροσθεν ἐλαύνων τοὺς ἵππους ὥσπερ οἱ τῶν ἀγωγαίων περιεχόμενοι καὶ τῇ μάστιγι περιελαύνων κατα τὸν αὐχένα καὶ τὰς πλευρὰς. οὕτως γὰρ ἀκουστέον καὶ οὐ κυρίως: ἡ διπλὴ δὲ ὅτι Ζηνόδοτος γράφει ἐλαύνων ὠκέας ἵππους ὡς ἡνιοχοῦντος αὐτοῦ, συντετριμμένου δὲ τοῦ ἅρματος ἔμπροσθεν γενόμενος ἐλαύνει τὰς πλευρὰς τῶν ἵππων τύπτων: βραχὺ δὲ διασταλτέον ἐπι τὸ καλὰ προς τὸ σαφέστερον: τὸ δε πρόσσωθεν ὡς ἔμπροσθεν καὶ συνεστάλη τὸ ω εἰς τὸ ο

Comments on 23.533


msA 23.2302: δεύτερ’ ἀτὰρ: ὅτι ἔν τισιν ὑποτάσσονται τούτῳ τὰ τρίτα δ’ Ἀντίλοχος : τέτρατα ξανθὸς Μενέλαος : πέμπτα δὲ Μηριονης θεράπων ἐῢς Ἰδομενῆος χωρὶς δὲ τοῦ μηδε τὸν χαρακτῆρα ἔχειν ὁμηρικὴν έτι καὶ προς ουδὲν γίνεται ἡ ἐξαρίθμησις τῆς τάξεως

Comments on 23.538


msA 23.2303: τῶν οἱ ἔπειτ’ ἀνελῶν: ὅτι τὸ ἔπειτα ἀντι τοῦ μετα ταῦτα: ἀντιδιέσταλται γοῦν τὸ αὐτίκα. ἡ δε ἀναφορὰ. προσ τὸ Φοῖνιξ μὲν πρώτιστα αὐτὰρ ἔπειτ’ Αἴας τε μέγας

Comments on 23.551


previousnext
msA 303rmsA 304r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1