Venetus A (Marciana 454 = 822), folio 304, recto

previousnext
msA 303vmsA 304v

Iliad text (25 lines)


Iliad 23.558: Ἀντίλοχ’, εἰ μὲν δή με κελεύεις οἴκοθεν ἄλλο


Iliad 23.559: Εὐμήλῳ ἐπιδοῦναι, ἐγὼ δέ κε καὶ τὸ τελέσσω.

Commented on by msA 23.2401


Iliad 23.560: δώσω οἱ θώρηκα, τὸν Ἀστεροπαῖον ἀπηύρων


Iliad 23.561: χάλκεον, ᾧ περὶ χεῦμα φαεινοῦ κασσιτέροιο


Iliad 23.562: ἀμφιδεδίνηται: πολέος δέ οἱ ἄξιον ἔσται.


Iliad 23.563: Ἦ ῥα, καὶ Αὐτομέδοντι φίλῳ ἐκέλευσεν ἑταίρῳ.


Iliad 23.564: οἰσέμεναι κλισίηθεν: ὁ δ’ ᾤχετο καί οἱ ἔνεικεν,


Iliad 23.566: Τοῖσι δὲ καὶ Μενέλαος ἀνίστατο θυμὸν ἀχεύων

Commented on by msA 23.2403


Iliad 23.567: Ἀντιλόχῳ ἄμοτον κεχολωμένος: ἐν δ’ ἄρα κῆρυξ


Iliad 23.568: χειρὶ σκῆπτρον ἔθηκε, σιωπῆσαί τ’ ἐκέλευσεν

Commented on by msAint 23.2407, msAim 23.2408


Iliad 23.569: Ἀργείους: ὁ δ’ ἔπειτα μετηύδα ἰσόθεος φῶς:


Iliad 23.570: Ἀντίλοχε πρόσθεν πεπνυμένε ποῖον ἔρεξας.


Iliad 23.571: ᾔσχυνας μὲν ἐμὴν ἀρετήν, βλάψας δέ μοι ἵππους


Iliad 23.572: τοὺς σοὺς πρόσθε βαλών, οἵ τοι πολὺ χείρονες ἦσαν.

Commented on by msAim 23.2409


Iliad 23.573: ἀλλ’ ἄγετ’ Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες


Iliad 23.574: ἐς μέσον ἀμφοτέροισι δικάσσατε, μὴ δ’ ἐπ’ ἀρωγῇ,

Commented on by msA 23.2404


Iliad 23.575: μή ποτέ τις εἴπῃσιν Ἀχαιῶν χαλκοχιτώνων:


Iliad 23.576: Ἀντίλοχον ψεύδεσσι βιησάμενος Μενέλαος


Iliad 23.577: οἴχεται ἵππον ἄγων, ὅτι οἱ πολὺ χείρονες ἦσαν


Iliad 23.578: ἵπποι, αὐτὸς δὲ κρείσσων ἀρετῇ τε βίῃ τε.


Iliad 23.579: εἰ δ’ ἄγ’ ἐγὼν αὐτὸς δικάσω, καί μ’ οὔ τινά φημι


Iliad 23.580: ἄλλον ἐπιπλήξειν Δαναῶν: ἰθεῖα γὰρ ἔσται.


Iliad 23.581: Ἀντίλοχ’ αἴ δ’ ἄγε δεῦρο διοτρεφές, ἡ θέμις ἐστί,

Commented on by msA 23.2405, msA 23.2406


Iliad 23.582: στὰς ἵππων προπάροιθε καὶ ἅρματος, αὐτὰρ ἱμάσθλην


Iliad 23.583: χερσὶν ἔχε ῥαδινήν, ᾗ περ τὸ πρόσθεν ἔλαυνες,


Other texts (9 passages)


Scholia group: msAint

msAint 23.2407: γράφεται χερσὶ

Comments on 23.568


Scholia group: msAim

msAim 23.2408: προς τοὺς δημηγορουντας ὅτι σκημπτρα ελα

Comments on 23.568


msAim 23.2409: οἱ Αντιλόχου

Comments on 23.572


Scholia group: msA

msA 23.2401: Εὐμήλῳ ἐπιδοῦναι: ὑποστικτέον μετα το επιδοῦναι τοῦ ἑπομένου συνδέσμου περιττευόντος

Comments on 23.559


msA 23.2402: ῷ περι χεῦμα. ἀμφι δὲ δίνηται εἰσὶν οἳ ἀνεστρεψαν τὴν περι , ὁ μέντοι Ἀσκαλωνίτης καὶ οἱ πλείους κατα παρολκὴν ἐξεδέξαντο κεῖσθαι δια τὸ ἀμφι δε δίνηται δι ὃ οὐκ αναστρέφουσιν

Comments on 23.561-23.562


msA 23.2403: τοῖσι δὲ καὶ Μενέλαος ἀνίστατο: οὐ δια σμικρολογίαν ἐφίεται τοῦ μέιζονος ἄθλου ἀλλα φύσει πάντως νικᾶν θέλομεν. φιλότιμος οὖν ἐστι περι τὴν νίκαν. ὅτι δε οὐδεὶς ἔρις ἔδειξε παραχρῆμα διαλυσάμενος μέμφεται δὲ αυτῷ ἀπατήσαντι καὶ παρα τὴν ἡρωϊκὴν ἁπλότητα πανουργήσαντι, καὶ Ἀχιλλευς : ἐκ γὰρ δή μ’ ἀπάτησεν

Comments on 23.566


msA 23.2404: ἐς μέσον ἀμφοτεροις ὅτι οὐκ εις τὸ μέσον παρελθόντες ἀλλα μέσον δικάσσατε, μήτε τούτῳ προσχαριζόμενοι μήτε ἐμοί. διὸ ἐπιφέρει μηδ’ ἐπ αρωγη

Comments on 23.574


msA 23.2405: Ἀντίλοχ’ αἰ δ’ άγε ἀθετεῖται ὅτι ἀκαίρως λέγει διοτρεφὲς. ὀργιζόμενος αὐτῷ

Comments on 23.581


msA 23.2406: χερσὶν ἔχε’ ῥαδινὴν διαστολαὶ ἐπι τὸ ἅρματος , ἔλαυνες . καὶ αψάμενος . μέχρι γὰρ τοῦ ἅρμα πεδῆσαι ήρτηται ὁ λόγος

Comments on 23.581


previousnext
msA 303vmsA 304v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1