Venetus A (Marciana 454 = 822), folio 304, verso
previous | next |
---|---|
msA 304r | msA 305r |
Iliad text (25 lines)
Iliad 23.584: ἵππων ἁψάμενος. γαιήοχον ἐννοσίγαιον
Iliad 23.585: ὄμνυθι, μὴ μὲν ἑκὼν τὸ ἐμὸν δόλῳ ἅρμα πεδῆσαι:
Iliad 23.586: τὸν δ’ αῦτ’ Ἀντίλοχος πεπνυμένος ντίον ηύδα:
Iliad 23.587: ἄνσχεο νῦν: πολλὸν γὰρ ἔγωγε νεώτερός εἰμι
Commented on by msAim 23.2505
Iliad 23.588: σεῖο ἄναξ Μενέλαε. σὺ δὲ πρότερος καὶ ἀρείων:
Iliad 23.589: οἶσθ’ οἷαι νέου ἀνδρὸς ὑπερβασίαι τελέθουσι:
Iliad 23.590: κραιπνότερος μὲν γάρ τε νόος. λεπτὴ δέ τε μῆτις:
Iliad 23.591: τῶ τοι ἐπιτλήτω κραδίη. ἵ¨ππον δέ τοι αὐτὸς
Iliad 23.592: δώσω τὴν ἀρόμην. εἰ καi νύ κεν οἴκοθεν ἄλλο
Commented on by msA 23.2501
Iliad 23.593: μεῖζον ἀπαιτήσειας. ἄφαρ κέ τοι αὐτίκα δοῦναι
Iliad 23.594: βουλοίμην. ἢ σοί γε διοτρεφὲς ἤματα πάντα
Iliad 23.595: ἐκ θυμοῦ πεσέειν: καὶ δαίμοσιν εἶ:ναι ἀλιτρός:
Iliad 23.596: Ἦ ῥα καὶ ἵππον ἄγων μεγαθύμου Νέστορος υἱὸς.
Iliad 23.597: ἐν χείρεσσι τίθει Μενελάου. τοῖο δὲ θυμὸς
Iliad 23.598: ἰ¨άνθη. ὡς εἴ τε περι σταχύεσσιν ἐέρση
Iliad 23.599: ληΐου ἀλδήσκοντος ὅτε φρίσσουσιν ἄρουραι:
Commented on by msAim 23.2506
Iliad 23.600: ὡς ἄρα σοὶ Μενέλαε μετα φρεσὶ θυμὸς ἰάνθη:
Iliad 23.601: καί μιν φωνήσας, ἔπεα πτερόεντα προσηύδα:
Iliad 23.602: Ἀντίλοχε. νῦν μέν τοι ἐγὼν ὑποείξομαι αὐτὸς.
Iliad 23.603: χωόμενος. ἐπεὶ οὔ τι παρήορος οὐδ’ ἀεσίφρων
Commented on by msA 23.2502
Iliad 23.604: ῆσθα πάρος: νῦν αὖτε νόον νίκησε, νεοίη.
Commented on by msAint 23.2508, msA 23.2503, msA 23.2504
Iliad 23.605: δεύτερον αὖτ’ ἀλέασθαι ἀμείνονας ἠπεροπεύειν.
Commented on by msAim 23.2507
Iliad 23.606: οὐ γάρ κέν με τάχ’ ἄλλος ἀνὴρ παρέπεισεν Ἀχαιῶν:
Iliad 23.607: ἀλλὰ σὺ γὰρ δὴ πολλ`’ ἔπάθες καὶ πὸλλ’ ἐμόγησας.
Iliad 23.608: σός τε πατὴρ ἀγαθὸς. καὶ ἀδελφεὸς εἵνεκ’ ἐμεῖο:
Other texts (8 passages)
Scholia group: msAint
msAint 23.2508: οἱ περι Αντιμαχου νόημα γράφουσι
Comments on 23.604
Scholia group: msAim
msAim 23.2505: ἐν ἀλλῷ ΐσχεο
Comments on 23.587
msAim 23.2506: αντὶ τοῦ φρίσσοντας ἔχουσι τοὺς στάχυας
Comments on 23.599
msAim 23.2507: γράφεται υστερον
Comments on 23.605
Scholia group: msA
msA 23.2501: δωσω τὴν αρόμην: ταῦτα ἀπ άλλης ἀρχῆς ἀναγνωστέον: ὑποστικτέον δὲ μετα τὸ ἀπαιτήσειας
Comments on 23.592
msA 23.2502: χωόμενος. ἐπεὶ οὔ τι: ὅτι παρήορος ὁ παρηρτημένος τὰς φρένας. οὐκ αραρῶς οὐδε κατα χώραν ἔχων αὐτὰς : καὶ ὅτι χωόμενος νῦν ἀντι τοῦ χολούμενος
Comments on 23.603
msA 23.2503: ῆσθα πάρος: ὅτι νῦν μόνον ούτως ἐσοχηματισε νεοίη ἀντι τοῦ νεότης
Comments on 23.604
msA 23.2504: νῦν αῦτε νόον νίκησε νεοιη: νεοίη ὡς ὁμοίη. οἱ μέντοι μετ αυτὸν ὡς ἐπι πλεῖστον νεόειαν λέγουσι. περι δὲ τῆς λέξεως εἰ ὑγιῶς ἐσχήμάτισται ἐν τῷ προτατικῷ ἐζήτησα. ἅπαξ δὲ ἐχρήσατο τῇ λέξει
Comments on 23.604
previous | next |
---|---|
msA 304r | msA 305r |