Venetus A (Marciana 454 = 822), folio 305, verso

previousnext
msA 305rmsA 306r

Iliad text (25 lines)


Iliad 23.634: πὺξ μὲν ἐνίκησα Κλυτομήδεα Ἤνοπος υἱόν,

Commented on by msA 23.2701


Iliad 23.635: Ἀγκαῖον δὲ πάλῃ Πλευρώνιον, ὅς μοι  νέστη:

Commented on by msA 23.2702


Iliad 23.636: Ἴφικλον δὲ πόδεσσι παρέδραμον ἐσθλὸν ἐόντα,


Iliad 23.637: δουρὶ δ’ ὑπειρέβαλον Φυλῆά τε καὶ Πολύδωρον.


Iliad 23.638: οἴοισίν μ’ ἵπποισι παρήλασαν Ἀκτορίωνε

Commented on by msA 23.2703


Iliad 23.639: πλήθει πρόσθε βαλόντες  γασσάμενοι περὶ νίκης,


Iliad 23.640: οὕνεκα δὴ τὰ μέγιστα παρ’ αὐτόφι λείπετ’ ἄεθλα.


Iliad 23.641: οἱ δ’ ἄρ’ ἔσαν δίδυμοι: ὁ μὲν ἔμπεδον ἡνιόχευεν,


Iliad 23.642: ἔμπεδον ἡνιόχευ’, ὁ δ’ ἄρα μάστιγι κέλευεν.


Iliad 23.643: ὡς ποτ’ ἔον: νῦν αὖτε νεώτεροι  ντιοώντων


Iliad 23.644: ἔργων τοιούτων: ἐμὲ δὲ χρὴ γήραϊ λυγρῷ


Iliad 23.645: πείθεσθαι, τότε δ’ αὖτε μετέπρεπον ἡρώεσσιν.


Iliad 23.646: λλ’ ἴθι καὶ σὸν ἑταῖρον  έθλοισι κτερέϊζε.


Iliad 23.647: τοῦτο δ’ ἐγὼ πρόφρων δέχομαι, χαίρει δέ μοι ἦτορ,


Iliad 23.648: ὥςμεῦ εὶ μέμνησαι ἐνηέος, οὐδέ σε λήθω,


Iliad 23.649: τιμῆς ἧς τέ μ’ ἔοικε τετιμῆσθαι μετ’ Ἀχαιοῖς.


Iliad 23.650: σοὶ δὲ θεοὶ τῶνδ’  ντὶ χάριν μενοεικέα δοῖεν.


Iliad 23.651: ὡς φάτο, Πηλεΐδης δὲ πολὺν καθ’ ὅμιλον Ἀχαιῶν


Iliad 23.652: ᾤχετ’, ἐπεὶ πάντ’ αἶνον ἐπέκλυε Νηλεΐδαο.


Iliad 23.653: αὐτὰρ ὃ πυγμαχίης  λεγεινῆς θῆκεν ἄεθλα:


Iliad 23.654: ἡμίονον ταλαεργὸν ἄγων κατέδης’ ἐν  γῶνι


Iliad 23.655: ἑξετέ’  δμήτην, ἥ τ’  λγίστη δαμάσασθαι:


Iliad 23.656: τῷ δ’ ἄρα νικηθέντι τίθει δέπας  μφικύπελλον.


Iliad 23.657: στῆ δ’ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν:


Iliad 23.658: Ἀτρεΐδη τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ


Other texts (3 passages)


Scholia group: msA

msA 23.2701: πὺξ μὲν ἐνίκησα: ὅτι τὴν ομοίαν τάξιν καὶ ὁ Νέστωρ τηρεῖ τῶν ἀγωνισμάτων

Comments on 23.634


msA 23.2702: Ἀγκαῖον δὲ πάλῃ: προσ τὸ ὅς μοι ἀνέστη δεῖ γὰρ αὐτὸν ὑποστήσασθαι λαθήμενον τοῦ δε κήρυκος παλαιστὰς καλέσαντος ἀνιστάμενον:

Comments on 23.635


msA 23.2703: οἱοισίν ἵπποισι πλήθει πρόσθε βαλοντες: σεσημείωται ὁ τόπος προσ τὰ περι τῶν Μολιονιδῶν ζητούμενα: ζητεῖται γὰρ τί εστι τὸ πλήθει πρόσθε βαλόντες :καὶ ὁποῖοί τινες ἧσαν τὴν φύσιν ὡς λέγεσθαι ἐπ’ αυτῶν τ’ οὶ δ ὰρ ἔσαν δίδυμοι τῆς τε τῆς ἁρματηλασίας ὁ τρόπος. καὶ τί τὸ τῆς νίκης αἴτιον Ἀντόδωρος μὲν οὖν ὁ Κυμαῖος τὴν μὲν φύσιν αὐτῶν οἷα τίς ποτέ ἐστιν οὐ προσποιεῖται: τινὰς δε φασὶ λέγειν ὅτι ἅρματα πλείονα καθῆκαν εἰς τὸν αγῶνα οἷς ἐνεμπόδιζον τὰ τῶν ἀντιπάλων καὶ τοῦτο εἶναι τῷ πλήθει πρόσθε βαλόντες . ἄλλοι δὲ φασὶ πρὸς τὴν ἄφεσιν τῶν ἁρμάτων συνηγωνίσθαι τοῖς Ἄκτωρος υἱοῖς τοὺς ἀθλοθετοῦντας. διόπερ ἀφῆκαν πολὺ προλαβεῖν τὰ τούτων ἅρματα καὶ τοῦτ έστι τὸ πλήθει πρόσθε βαλόντες . Ἀρίσταρχος δὲ διδύμους ἀκούει: οὐχ οὕτως ὡς ἡμεῖς ἐν τῇ συνηθείᾳ νοοῦμεν οἷοι ῆσαν καὶ οἱ Διοσκοροι ἀλλα τοὺς διφυεῖς δύο ἔχοντας σώματα Ἡσιόδῳ μάρτυρι χρώμενος καὶ τοὺς συμπεφυκότας ἀλλήλοις. οὕτως γὰρ καὶ τὸ λεγόμενον ἐπ’ αυτῶν σαφηνίζεσθαι ἄριστα. ἀνασταντος γὰρ δὴ τοῦ Νέστορος ἐπι τὸν αγῶνα καὶ αὐτοὺς ἀναστῆναι εἰτα τὸν μὲν Nέστορα λέγειν ὡς οὐ δίκαιοι ῆεν αγωνίζεσθαι παρηλλαγμένοι τὴν φύσιν ὄντες. ὁ δε δῆμος συναγωνίζοιτο αὐτοῖς καὶ λέγοι ὡς ῆεν εἱς ἀμφότεροι καὶ δια τοῦτο ὀφείλοι εν ἐνὸς ἐπιβαίνειν ἅρματος ἁτε δὴ συμπεφυκότες. καὶ κρατοῖεν γε οἱ πολλοὶ καὶ τοῦτον εἶναι τῷ πλήθει πρόσθε βαλόντες

Comments on 23.638


previousnext
msA 305rmsA 306r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1