Venetus A (Marciana 454 = 822), folio 306, recto
previous | next |
---|---|
msA 305v | msA 306v |
Iliad text (25 lines)
Iliad 23.659: ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥσπερ ρίστω,
Commented on by msA 23.2801
Iliad 23.660: πὺξ μάλ’ νασχομένω πεπληγέμεν: ᾧ δέ κ’ Ἀπόλλων
Commented on by msA 23.2802
Iliad 23.661: δώιη καμμονίην, γνώωσι δὲ πάντες Ἀχαιοί,
Commented on by msA 23.2803
Iliad 23.662: ἡμίονον ταλαεργὸν ἄγων κλισίην δὲ φερέσθω:
Commented on by msAim 23.2808
Iliad 23.663: αὐτὰρ ὁ νικηθεὶς δέπας οἴσεται μφικύπελλον.
Iliad 23.664: ὡς ἔφατ’, ὤρνυτο δ’ αὐτίκ’ νὴρ ἠΰς τε μέγας τε
Iliad 23.665: εἰδὼς πυγμαχίης υἱὸς Πανοπῆος Ἐπειός,
Iliad 23.666: ἅψατο δ’ ἡμιόνου ταλαεργοῦ φώνησέν τε:
Iliad 23.667: ἄσσον ἴτω ὅς τις δέπας οἴσεται μφικύπελλον:
Iliad 23.668: ἡμίονον δ’ οὔ φημί τιν’ ξέμεν ἄλλον Ἀχαιῶν
Iliad 23.669: πυγμῇ νικήσαντ’, ἐπεὶ εὔχομαι εἶναι ἄριστος.
Iliad 23.670: ἦ οὐχ ἅλις ὅττι μάχης ἐπιδεύομαι; οὐδ’ ἄρα πως ἦν
Commented on by msA 23.2804
Iliad 23.671: ἐν πάντεσς’ ἔργοισι δαήμονα φῶτα γενέσθαι.
Iliad 23.672: ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται:
Commented on by msAint 23.2810
Iliad 23.673: ντικρὺ χρόα τε ῥήξω σύν τ’ ὀστέ’ ράξω.
Iliad 23.674: κηδεμόνες δέ οἱ ἐνθάδ’ ολλέες αὖθι μενόντων,
Iliad 23.675: οἵ κέ μιν ἐξοίσουσιν ἐμῇς ὑπὸ χερσὶ δαμέντα.
Iliad 23.676: ὡς ἔφαθ’, οἱ δ’ ἄρα πάντες κὴν ἐγένοντο σιωπῇ.
Iliad 23.677: Εὐρύαλος δέ οἱ οἶος νίστατο ἰσόθεος φῶς
Iliad 23.678: μηκιστέως υἱὸς Ταλαϊονίδαο ἄνακτος,
Iliad 23.679: ὅς ποτε Θήβας δ’ ἦλθε δεδουπότος Οἰδιπόδαο
Commented on by msA 23.2805, msAim 23.2809
Iliad 23.680: ἐς τάφον: ἔνθα δὲ πάντας ἐνίκα Καδμείωνας.
Iliad 23.681: τὸν μὲν Τυδεΐδης δουρὶ κλυτὸς μφεπονεῖτο
Iliad 23.682: θαρσύνων ἔπεσιν, μέγα δ’ αὐτῷ βούλετο νίκην.
Iliad 23.683: ζῶμα δέ οἱ πρῶτον παρακάββαλεν, αὐτὰρ ἔπειτα
Commented on by msA 23.2806, msA 23.2807
previous | next |
---|---|
msA 305v | msA 306v |