Venetus A (Marciana 454 = 822), folio 306, verso
previous | next |
---|---|
msA 306r | msA 307r |
Iliad text (25 lines)
Iliad 23.684: δῶκεν ἱμάντας ἐϋτμήτους βοὸς γραύλοιο.
Iliad 23.685: τὼ δὲ ζωσαμένω βήτην ἐς μέσσον γῶνα,
Iliad 23.686: ἄντα δ’ νασχομένω χερσὶ στιβαρῇσιν ἅμ’ ἄμφω
Commented on by msA 23.2901
Iliad 23.687: σύν ῥ’ ἔπεσον, σὺν δέ σφι βαρεῖαι χεῖρες ἔμιχθεν.
Iliad 23.688: δεινὸς δὲ χρόμαδος γενύων γένετ’, ἔρρεε δ’ ἱδρὼς
Commented on by msA 23.2902
Iliad 23.689: πάντοθεν ἐκ μελέων: ἐπὶ δ’ ὤρνυτο δῖος Ἐπειός,
Iliad 23.690: κόψε δὲ παπτήναντα παρήϊον: οὐδ’ ἄρ’ ἔτι δὴν
Iliad 23.691: ἑστήκειν: αὐτοῦ γὰρ ὑπήριπε φαίδιμα γυῖα.
Commented on by msAim 23.2906
Iliad 23.692: ὡς δ’ ὅθ’ ὑπὸ φρικὸς Βορέω ναπάλλεται ἰχθῦς
Iliad 23.693: θῖν’ ἐν φυκιόεντι, μέγα δέ ἑ κῦμ’ ἐκάλυψεν,
Commented on by msAim 23.2907
Iliad 23.694: ὡς πληγεὶς νέπαλτ’: αὐτὰρ μεγάθυμος Ἐπειὸς
Iliad 23.695: χερσὶ λαβὼν ὤρθωσε: φίλοι δ’ μφέσταν ἑταῖροι,
Iliad 23.696: οἵ μιν ἄγον δι’ γῶνος ἐφελκομένοισι πόδεσσιν
Iliad 23.697: αἷμα παχὺ πτύοντα κάρη βάλλονθ’ ἑτέρωσε:
Commented on by msAim 23.2908
Iliad 23.698: κὰδ δ’ λλοφρονέοντα μετὰ σφίσιν εἷσαν ἄγοντες,
Commented on by msA 23.2903
Iliad 23.699: αὐτοὶ δ’ οἰχόμενοι κόμισαν δέπας μφικύπελλον.
Iliad 23.700: Πηλεΐδης δ’ αἶψ’ ἄλλα κατὰ τρίτα θῆκεν ἄεθλα
Iliad 23.701: δεικνύμενος Δαναοῖσιλαοῖσιπαλαισμοσύνης λεγεινῆς,
Commented on by msAil 23.2909
Iliad 23.702: τῷ μὲν νικήσαντι μέγαν τρίποδ’ ἐμπυριβήτην,
Iliad 23.703: τὸν δὲ δυωδεκάβοιον ἐνὶ σφίσι τῖον Ἀχαιοί:
Commented on by msA 23.2905
Iliad 23.704: νδρὶ δὲ νικηθέντι γυναῖκ’ ἐς μέσσον ἔθηκε,
Iliad 23.705: πολλὰ δ’ ἐπίστατο ἔργα, τίον δέ ἑ τεσσαράβοιον.
Iliad 23.706: στῆ δ’ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν:
Iliad 23.707: ὄρνυσθ’ οἳ καὶ τούτου έθλου πειρήσεσθον.
Commented on by msA 23.2904
Iliad 23.708: ὡς ἔφατ’, ὦρτο δ’ ἔπειτα μέγας Τελαμώνιος Αἴας,
previous | next |
---|---|
msA 306r | msA 307r |