Venetus A (Marciana 454 = 822), folio 307, recto
previous | next |
---|---|
msA 306v | msA 307v |
Iliad text (25 lines)
Iliad 23.709: ἂν δ’ Ὀδυσεὺς πολύμητις ἀνίστατο, κέρδεα εἰδώς:
Iliad 23.710: ζωσαμένω δ’ ἄρα τώ γε βάτην ἐς μέσσον ἀγῶνα:
Iliad 23.711: ἀγκὰς δ’ ἀλλήλων λαβέτην χερσὶ στιβαρῇσιν
Commented on by msA 23.3001
Iliad 23.712: ὡς ὅτ’δ’ἀμείβοντες, τούς τε κλυτὸς ἤραρε τέκτων:
Iliad 23.713: δώματος ὑψηλοῖο, βίας ἀνέμων ἀλεείνων:
Iliad 23.714: τετρίγει δ’ ἄρα νῶτα, θρασειάων ἀπὸ χειρῶν
Iliad 23.715: ἑλκόμενα στερεῶς. κατὰ δὲ νότιος ῥέεν ἱδρώς:
Iliad 23.716: πυκναὶ δὲ σμώδιγγες ἀνὰ πλευράς τε καὶ ὤμους
Iliad 23.717: αἵματι φοινικόεσσαι ἀνέδραμον: οἱ δὲ μάλ’ αἰεὶ
Iliad 23.718: νίκης ϊέσθην. τρίποδος περι ποιητοῖο:
Commented on by msA 23.3002
Iliad 23.719: οὔτ’ Ὀδυσεὺς δύνατο σφῆλαι. οὔδει τε πελάσσαι:
Iliad 23.720: οὔτ’ Αἴας δύνατο. κρατερὴ δ’ ἔχεν, ῒς,Ὀδυσῆος:
Iliad 23.721: ἂλλ’ ὅτε δή ῥ’ ἀνίαζον ἐϋκνήμιδας ἀχαιούς.
Commented on by msA 23.3003
Iliad 23.722: δὴ τότε μιν προσέειπε μέγας Τελαμώνιος Αἴας:
Iliad 23.723: διογενὲς Λαερτιάδη, πολυμήχαν’ Ὀδυσσεῦ.
Iliad 23.724: ἤ μ’ ἀνάειρ’. ἢ ἐγώ σε: τὰ δ’ αὖ Διϊ πάντα μελήσει:
Iliad 23.725: ὡς εἰπὼν. ἀνάειρε: δόλου τ’ οὐ λήθετ’ Ὀδυσσεύς:
Commented on by msA 23.3004
Iliad 23.726: κόψ’ ὄπιθεν κώληπα τυχὼν. ὑπέλυσε δὲ γυῖα:
Commented on by msA 23.3005
Iliad 23.727: καδ δ’ ἔπες’ ἐξ ὀπίσω, ἐπὶ δὲ στήθεσσιν Ὀδυσσεὺς
Iliad 23.728: κάππεσε: λαοὶ δ’ αὖ, θηεῦτό τε, θάμβησάν τε:
Iliad 23.729: δεύτερος αὖτ’ ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς:
Iliad 23.730: κίνησεν δ’ ἄρα τυτθὸν ἀπὸ χθονός. οὐδ’ έτ’ ἄειρεν:
Iliad 23.731: ἐν δὲ γόνυ γνάμψεν. ἐπὶ δὲ χθονὶ κάππεσον ἄμφω
Commented on by msA 23.3006, msA 23.3007
Iliad 23.732: πλησίοι ἀλλήλοισι. μιάνθησαν δὲ κονίῃ:
Iliad 23.733: καί νύ κε τὸ τρίτον αὖτις ἀναΐξαντ’ ἐπάλαιον.
previous | next |
---|---|
msA 306v | msA 307v |