Venetus A (Marciana 454 = 822), folio 307, verso
previous | next |
---|---|
msA 307r | msA 308r |
Iliad text (25 lines)
Iliad 23.734: εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο, καὶ κατέρυκε:
Iliad 23.735: μὴ κέτ’ ἐρείδεσθον. μηδὲ τρίβεσθε κακοῖσι:
Iliad 23.736: νίκη δ’ ἀμφοτέροισιν: ἀέθλια δ’ ἶ¨ς’ ἀνελόντες
Iliad 23.737: ἔρχεσθ’ ὄφρα καὶ ἄλλοι ἀεθλεύωσιν Ἀχαιοί:
Iliad 23.738: ὡς ἔφαθ’ οἱ δ’ ἄρα τοῦ μάλα μὲν κλύον ἠδ’ ἐπίθοντο.
Iliad 23.739: καί ῥ’ ἀπομορξαμένω κονίην. δύσαντο χιτῶνας:
Iliad 23.740: Πηλείδης δ’ αῖψ’ ἄλλα τίθει ταχυτῆτος ἄεθλα.
Iliad 23.741: ἀργύρεον κρητῆρα, τετυγμένον: ἓξ δ’ ἄρα μέτρα
Iliad 23.742: χάνδανεν: αὐτὰρ κάλλει ἐνίκα πᾶσαν ἐπ’ αῖαν
Iliad 23.743: πολλὸν, ἐπεὶ Σιδόνες πολυδαίδαλοι εὖ ἤσκησαν:
Iliad 23.744: Φοίνικες δ’ ἄγον ἄνδρες ἐπ’ ἠεροειδέα πόντον:
Iliad 23.745: στῆσαν δ’ ἐν λιμένεσσι. Θόαντι δὲ δῶρον ἔδωκαν:
Iliad 23.746: υἱὸς δὲ Πριάμοιο Λυκάονος ὦνον ἔδωκε.
Iliad 23.747: Πατρόκλῳ ἥρωϊ ἰ+ησονίδης Εὔνηος:
Iliad 23.748: καὶ τὸν Ἀχιλλεὺς θῆκεν ἀέθλιον οὗ ἑτάροιο
Iliad 23.749: ὅς τις ἐλαφρότατος ποσσὶ κραιπνοῖσι πέλοιτο:
Iliad 23.750: δευτέρω αὖ βοῦν θῆκε: μέγαν, καὶ πίονα δημῷ:
Commented on by msAim 23.3102
Iliad 23.751: ἡμιτάλαντον δὲ χρυσοῦ λοισθῆϊ ἔθηκε
Commented on by msAext 23.3103
Iliad 23.752: στῆ δ’ ὀρθὸς, καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν:
Iliad 23.753: ὄρνυσθ’. οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε:
Commented on by msA 23.3100
Iliad 23.754: ὡς ἔφατ’. ὤρνυτο δ’ αὐτίκ’ Ὀϊλῆος ταχὺς Αἴας:
Iliad 23.755: ἂν δ’ Ὀδυσεὺς πολύμητις: ἔπειτα δὲ Νέστορος υἱὸς
Iliad 23.756: Ἀντίλοχος. ὃ γὰρ αὖτε, νέους ποσὶ πάντας ἐνίκα:
Iliad 23.757: στὰν δὲ μεταστοιχὶ: σήμηνε δὲ τέρματ’ Ἀχιλλεύς:
Commented on by msA 23.3101
Iliad 23.758: τοῖσι δ’ ἀπὸ νύσσης τέτατο δρόμος: ὦκα δ’ ἔπειτα
previous | next |
---|---|
msA 307r | msA 308r |