Venetus A (Marciana 454 = 822), folio 308, recto
previous | next |
---|---|
msA 307v | msA 308v |
Iliad text (25 lines)
Iliad 23.759: ἔκφερ’ Ὀϊλιάδης: ἐπὶ δ’ ὤρνυτο δῖος Ὀδυσσεὺς
Commented on by msAint 23.3206
Iliad 23.760: ἄγχι μάλ’, ὡς ὅτε τίς τε γυναικὸς ἐϋζώνοιο
Commented on by msA 23.3200, msA 23.3300, msA 23.3301
Iliad 23.761: στήθεός ἐστι κανών, ὅν τ’ εὖ μάλα χερσὶ τανύσσῃ
Iliad 23.762: πηνίον ἐξέλκουσα παρεκ μίτον, γχόθι δ’ ἴσχει
Iliad 23.763: στήθεος: ὡς Ὀδυσεὺς θέεν ἐγγύθεν, αὐτὰρ ὄπισθεν
Iliad 23.764: ἴχνια τύπτε πόδεσσι πάρος κόνιν μφιχυθῆναι:
Iliad 23.765: καδ δ’ ἄρα ἐκ κεφαλῆς χέ’ ϋτμένα δῖος Ὀδυσσεὺς
Commented on by msAint 23.3207, msA 23.3201, msAil 23.3210
Iliad 23.766: αἰεὶ ῥίμφα θέων: ἴαχον δ’ ἐπὶ πάντες Ἀχαιοὶ
Iliad 23.767: νίκης ἱεμένῳ, μάλα δὲ σπεύδοντι κέλευον.
Commented on by msAint 23.3208
Iliad 23.768: ἀλλ’ ὅτε δὴ πύματον τέλεον δρόμον, αὐτίκ’ Ὀδυσσεὺς
Iliad 23.769: εὔχετ’ Ἀθηναίῃ γλαυκώπιδι ὃν κατὰ θυμόν:
Iliad 23.770: κλῦθι θεά, γαθή μοι ἐπίρροθος ἐλθὲ ποδοῖιν.
Iliad 23.771: ὡς ἔφατ’ εὐχόμενος: τοῦ δ’ ἔκλυε Παλλὰς Ἀθήνη,
Iliad 23.772: γυῖα δ’ ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν.
Commented on by msAint 23.3209, msA 23.3202, msA 23.3203
Iliad 23.773: ἀλλ’ ὅτε δὴ τάχ’ ἔμελλον ἐπαΐξασθαι ἄεθλον,
Iliad 23.774: ἔνθ’ Αἴας μὲν ὄλισθε θέων, βλάψεν γὰρ Ἀθήνη,
Commented on by msA 23.3204
Iliad 23.775: τῇ ῥα βοῶν κέχυτ’ ὄνθος ποκταμένων ἐριμύκων,
Iliad 23.776: οὓς ἐπὶ Πατρόκλῳ πέφνεν πόδας ὠκὺς Ἀχιλλεύς:
Iliad 23.777: ἒν δ’ ὄνθου βοέης πλῆτο στόμα τε ῥῖνας τε:
Iliad 23.778: κρητῆρ’ αὖτ’ νάειρε πολύτλας δῖος Ὀδυσσεύς,
Iliad 23.779: ὡς ἦλθε φθάμενος: ὁ δὲ βοῦν ἕλε φαίδιμος Αἴας.
Iliad 23.780: στῆ δὲ κέρας μετὰ χερσὶν ἔχων βοὸς γραύλοιο
Iliad 23.781: ὄνθον ποπτύων, μετὰ δ’ Ἀργείοισιν ἔειπεν:
Iliad 23.782: ὦ πόποι ἦ μ’ ἔβλαψε θεὰ πόδας, ἣ τὸ πάρος περ
Iliad 23.783: μήτηρ ὡς Ὀδυσῆϊ παρίσταται ἠδ’ ἐπαρήγει.
Commented on by msA 23.3205
previous | next |
---|---|
msA 307v | msA 308v |