Venetus A (Marciana 454 = 822), folio 308, verso
previous | next |
---|---|
msA 308r | msA 309r |
Iliad text (26 lines)
Iliad 23.784: ὡς ἔφαθ’, οἱ δ’ ἄρα πάντες ἐπ’ αὐτῷ ἡδὺ γέλασσαν.
Iliad 23.785: Ἀντίλοχος δ’ ἄρα δὴ λοισθήϊον ἔκφερ’ ἄεθλον
Iliad 23.786: μειδιόων, καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν:
Iliad 23.787: εἰδόσιν ὔμμ’ ἐρέω πᾶσιν φίλοι, ὡς ἔτι καὶ νῦν
Iliad 23.788: θάνατοι τιμῶσι παλαιοτέρους νθρώπους.
Iliad 23.789: Αἴας μὲν γὰρ ἐμεῖ’ ὀλίγον προγενέστερός ἐστιν,
Iliad 23.790: οὗτος δὲ προτέρης γενεῆς προτέρων τ’ νθρώπων:
Iliad 23.791: ὠμογέροντα δέ μίν φας’ ἔμμεναι: ργαλέον δὲ
Iliad 23.792: ποσσὶν ἐριδήσασθαι Ἀχαιοῖς, εἰ μὴ Ἀχιλλεῖ.
Commented on by msAext 23.3309
Iliad 23.793: ὡς φάτο, κύδηνεν δὲ ποδώκεα Πηλεΐωνα.
Iliad 23.794: τὸν δ’ Ἀχιλεὺς μύθοισιν μειβόμενος προσέειπεν:
Iliad 23.795: Ἀντίλοχ’ οὐ μέν τοι μέλεος εἰρήσεται αἶνος,
Commented on by msA 23.3302
Iliad 23.796: λλά τοι ἡμιτάλαντον ἐγὼ χρυσοῦ ἐπιθήσω.
Iliad 23.797: ὡς εἰπὼν ἐν χερσὶ τίθει, ὁ δ’ ἐδέξατο χαίρων.
Iliad 23.798: αὐτὰρ Πηλεΐδης κατὰ μὲν δολιχόσκιον ἔγχος
Iliad 23.799: θῆκ’ ἐς γῶνα φέρων, κατὰ δ’ σπίδα καὶ τρυφάλειαν
Iliad 23.800: τεύχεα Σαρπήδοντος, ἅ μιν Πάτροκλος πηύρα.
Commented on by msA 23.3303
Iliad 23.801: στῆ δ’ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν:
Iliad 23.802: ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥ περ ρίστω,
Commented on by msA 23.3304
Iliad 23.803: τεύχεα ἑσσαμένω ταμεσίχροα χαλκὸν ἑλόντε
Iliad 23.804: λλήλους προπάροιθεν ὁμίλου πειρηθῆναι.
Iliad 23.805: ὁππότερός κε φθῇσιν ὀρεξάμενος χρόα καλόν,
Commented on by msA 23.3305
Iliad 23.806: ψαύσει δ’ ἐνδίνων διά τ’ ἔντεα καὶ μέλαν αἷμα,
Commented on by msA 23.3306, msA 23.3307, msA 23.3308
Iliad 23.807: τῷ μὲν ἐγὼ δώσω τόδε φάσγανον ργυρόηλον
Iliad 23.808: καλὸν Θρηΐκιον, τὸ μὲν Ἀστεροπαῖον πηύρων:
Iliad 23.809: τεύχεα δ’ μφότεροι ξυνήϊα ταῦτα φερέσθων:
previous | next |
---|---|
msA 308r | msA 309r |