Venetus A (Marciana 454 = 822), folio 309, recto

previousnext
msA 308vmsA 309v

Iliad text (25 lines)


Iliad 23.810: καί σφιν δαῖτ’  γαθὴν παραθήσομαι ἐν κλισίῃσιν.

Commented on by msA 23.3400


Iliad 23.811: ὡς ἔφατ’, ὦρτο δ’ ἔπειτα μέγας Τελαμώνιος Αἴας,


Iliad 23.812: ν δ’ ἄρα Τυδεΐδης ὦρτο, κρατερὸς Διομήδης.


Iliad 23.813: οἱ δ’ ἐπεὶ οὖν ἑκάτερθεν ὁμίλου θωρήχθησαν,


Iliad 23.814: ἐς μέσον  μφοτέρω συνίτην μεμαῶτε μάχεσθαι


Iliad 23.815: δεινὸν δερκομένω: θάμβος δ’ ἔχε πάντας Ἀχαιούς.

Commented on by msAim 23.3405, msAim 23.3406


Iliad 23.816: λλ’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’  λλήλοισιν ἰόντες,


Iliad 23.817: τρὶς μὲν ἐπήϊξαν, τρὶς δὲ σχεδὸν ὡρμήθησαν.


Iliad 23.818: ἔνθ’ Αἴας μὲν ἔπειτα κατ’  σπίδα πάντοσε ἴσην


Iliad 23.819: νύξ’, οὐδὲ χρό’ ἵκανεν: ἔρυτο γὰρ ἔνδοθι θώρηξ:


Iliad 23.820: Τυδεΐδης δ’ ἄρ’ ἔπειτα ὑπὲρ σάκεος μεγάλοιο


Iliad 23.821: αἰὲν ἐπ’ αὐχένι κῦρε φαεινοῦ δουρὸς  κωκήν.

Commented on by msA 23.3401


Iliad 23.822: καὶ τότε δή ῥ’ Αἴαντι περιδδείσαντες Ἀχαιοὶ

Commented on by msA 23.3402


Iliad 23.823: παυσαμένους ἐκέλευσαν  έθλια ἶς’  νελέσθαι.


Iliad 23.824: αὐτὰρ Τυδεΐδῃ δῶκεν μέγα φάσγανον ἥρως

Commented on by msA 23.3403


Iliad 23.825: σὺν κολεῷ τε φέρων καὶ ἐϋτμήτῳ τελαμῶνι.


Iliad 23.826: Αὐτὰρ Πηλεΐδης θῆκεν σόλον αὐτοχόωνον

Commented on by msA 23.3404


Iliad 23.827: ὃν πρὶν μὲν ῥίπτασκε μέγα σθένος Ἠετίωνος:


Iliad 23.828: λλ’ ἤτοι τὸν ἔπεφνε ποδάρκης δῖος Ἀχιλλεύς,


Iliad 23.829: τὸν δ’ ἄγετ’ ἐν νήεσσι σὺν ἄλλοισι κτεάτεσσι.


Iliad 23.830: στῆ δ’ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν:


Iliad 23.831: ὄρνυσθ’ οἳ καὶ τούτου  έθλου πειρήσεσθε.


Iliad 23.832: εἴ οἱ καὶ μάλα πολλὸν  πόπροθι πίονες  γροί,


Iliad 23.833: ἕξει μιν καὶ πέντε περιπλομένους ἐνιαυτοὺς


Iliad 23.834: χρεώμενος: οὐ μὲν γάρ οἱ  τεμβόμενός γε σιδήρου


previousnext
msA 308vmsA 309v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1