Venetus A (Marciana 454 = 822), folio 310, verso
previous | next |
---|---|
msA 310r | msA 311r |
Iliad text (17 lines)
Iliad 24.1: λῦτο δ’ ἀγὼν: λαοὶ δὲ θοὰς ἐπὶ νῆας ἕκαστοι
Commented on by msA 24.A1
Iliad 24.2: ἐσκίδναντ’ ϊέναι: τοὶ μὲν δόρποιο μέδοντο
Iliad 24.3: ὕπνου τε γλυκεροῦ ταρπήμεναι: αὐτὰρ Ἀχιλλεὺς
Iliad 24.4: κλαῖε. φίλου ἑτάρου μεμνημένος: οὐδέ μιν ὕπνος
Iliad 23.885: καδ δὲ λέβητ’ ἄπυρον. βοὸς ἄξιον ἀνθεμόεντα.
Iliad 23.886: θῆκ’ ἐς γῶνα φέρων: καί ῥ’ ἥμονες ἄνδρες ἀνέσταν
Commented on by msA 23.3700
Iliad 23.887: ἂν μὲν ἀρ’ Ἀτρείδης, εὐρὺ κρείων Ἀγαμέμνων:
Iliad 23.888: ἂν δ’ ἄρα Μηριόνης. θεράπων ἐῢς, ἰ¨δομενῆος:
Iliad 23.889: τοῖσι δὲ καὶ μετέειπε ποδάρκης δῖος Ἀχιλλεύς:
Iliad 23.890: Ἀτρείδη: ἴδμεν γὰρ ὅσον προβέβηκας ἁπάντων:
Iliad 23.891: ἢ δ’ ὅσσον δυνάμει τε καὶ ἥμασιν ἔπλευ ἄριστος.
Commented on by msA 23.3701
Iliad 23.892: ἀλλὰ σὺ μὲν τόδ’ ἄεθλον ἔχων. κοίλας ἐπὶ νῆας
Iliad 23.893: ἔρχευ: ἀτὰρ δόρυ Μηριόνῃ ἥρωϊ πόρωμεν
Iliad 23.894: εἰ σύ γε σῷ θυμῷ ἐθέλοις: κέλομαι γὰρ ἔγωγε:
Iliad 23.895: ὡς ἔφατ’. οὐδ’ ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων:
Iliad 23.896: δῶκε δὲ Μηριόνῃ δόρυ χάλκεον: αὐτὰρ ὅ γ’ ἥρως
Iliad 23.897: Ταλθυβίῳ κήρυκι δίδου περικαλλὲς ἄεθλον:
Other texts (1 passages)
Scholia group: msA
msA 24.A1: λῦτο δ’ ἀγὼν, εἰ μὲν μέσος Β αο ἐστιν ἀπο τῶν εἰς μι ὥσπερ ἤδη ἐπίσταται λέγων: νύν δὲ λύμην τρίς τόσσα πόρον : καὶ τῆς δ` ἄρα κλαιούσης λῦτο γούνατα ἔκτασις ἐγένετο δια τὸ μέτρον: εἰ δέ παρατατικόν τινες ἐκδεχονται δύναται κρᾶσις τοῦ ἐλύετο γεγενῆσθαι ὥσπερ επι τοῦ ἰχθύες ἰχθῦς μῦες μῦς ῥύεσθαι ῥύσθαι πάντῶν ανων ῥῦσθαι γενεήν τε τόκον τε: ἠ ἀπο τοῦ λέλυτο λῦτο ὡς βέβλητο βλῆτο ⁑
Comments on 24.1
previous | next |
---|---|
msA 310r | msA 311r |