Venetus A (Marciana 454 = 822), folio 311, recto

previousnext
msA 310vmsA 311v

Iliad text (25 lines)


Iliad 24.5: ῄρει πανδαμάτωρ ἂλλ’ ἐστρέφετ’ ἔνθα καὶ ἔνθα


Iliad 24.6: Πατρόκλου πόθεων ἀνδροτῆτά τε καὶ μένος ἠΰ:

Commented on by msA 24.A3


Iliad 24.7: ἠδ’ ὁπόσα τολύπευσε συν αυτῷ καὶ πάθεν ἄλγεα


Iliad 24.8: ἀνδρῶν τὲ πτολέμους. ἀλεγεινά τε κύματα πείρων.

Commented on by msA 24.A4


Iliad 24.9: τῶν μιμνησκόμενος θαλερὸν κατα δάκρυον εῖβεν.


Iliad 24.10: ἄλλοτ’ ἐπι πλευρὰς κατακείμενος. ἄλλοτε δ’ αῦτε


Iliad 24.11: ὕπτιος. ἄλλοτε δὴ πρηνὴς. τότε δ’ ὀρθὸς ἀναστὰς


Iliad 24.12: δινεύεσκ’ ἀλύων παρὰ θῖν’ ἁλὸς. οὐδέ μιν ἠὼς

Commented on by msA 24.A5


Iliad 24.13: φαινομένη λήθεσκεν ὑπειρ ἅλα τ’ ἠϊόνας τε:


Iliad 24.14: ἂλλ’ ὅ γ’ ἐπεὶ ζεύξειεν ὑφ’ ἅρμασιν ὠκέας ἵππους:


Iliad 24.15: Ἕκτορα δ’ ἕλκεσθαι δησάσκετο δίφρου ὄπισθεν:

Commented on by msAim 24.A1


Iliad 24.16: τρὶς δ’ ἐρύσας περι σῆμα Μενοιτιάδαο θανόντος.


Iliad 24.17: αὖτις ἐνι κλισίῃ παυέσκετο. τόν δέ δ’ ἔασκεν

Commented on by msA 24.A6, msA 24.A7


Iliad 24.18: ἒν κόνῑ ἐκτανύσας προπρηνέα: τοῖο δ’ Ἀπόλλων

Commented on by msA 24.A8


Iliad 24.19: πᾶσαν ἀεικείην ἄπεχε χροῒ. φῶτ’ ἐλεαίρων


Iliad 24.20: καὶ τεθνειότα περ: περὶ δ’ αἰγίδι πάντα κάλυπτε

Commented on by msA 24.A10, msAim 24.A2


Iliad 24.21: χρυσείῃ. ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων:


Iliad 24.22: ὡσ ὁ μεν Ἕκτορα δῖον ἀείκιζεν μενεαίνων:


Iliad 24.23: τὸν δ’ ἐλεαίρεσκον μάκαρες θεοὶ εἰσορόωντες:


Iliad 24.24: κλέψαι δ’ ὀτρύνεσκον ἐΰσκοπον ἀργειφόντην:

Commented on by msA 24.A11


Iliad 24.25: ἔνθ’ ἄλλοις μὲν πᾶσιν ἐήνδανεν: οὐδέ ποθ’ Ἥρῃ


Iliad 24.26: οὐδε Ποσειδάων’ οὐδὲ γλαυκώπιδι κούρῃ:


Iliad 24.27: ἀλλ’ ἔχον ὥς σφιν, πρῶτον ἀπήχθετο Ἴ̈̈λιος ἱ̈ρὴ


Iliad 24.28: καὶ Πρίαμος καὶ λαὸς. Ἀλεξάνδρου ἕνεκ’ ἄτης.

Commented on by msAint 24.A1


Iliad 24.29: ὃς νείκεσσε θεὰς. ὅτε οἱ, μέσσαυλον ἵ̈κοντο.


Other texts (18 passages)


Scholia group: msAint

msAint 24.A1: εν αλλω ἕνεκ’ αρχης⁑

Comments on 24.28


Scholia group: msAil

msAil 24.A1: κατειργάσατο⁑

Comments on 24.7@τολύπευσε


msAil 24.A2: διαπερων

Comments on 24.8@πειρων


msAil 24.A3: ανεστρέφατο⁑

Comments on 24.12@δινεύεσκ’


msAil 24.A4: στένων

Comments on 24.12@ἀλύων


msAil 24.A5: ι

Comments on 24.26@Ποσειδαων’


Scholia group: msAim

msAim 24.A1: οτ περισσος ὁ δὲ⁑

Comments on 24.15


msAim 24.A2: εν αλλω καλυψε

Comments on 24.20


Scholia group: msA

msA 24.A2: πατρόκλου ποθέων: ἕως τῶν μιμνησκόμενος άθετοῦνται στιχ δ ὅτι εὐτελής ἔισι ἀρθεντων δὲ αὐτων καὶ ἐμφαντικώτερον δηλουτ ἡ τοῦ ἀχι λύπη. ἀλλ εστρέφετ’ ἔνθα καὶ ἔνθα ἄλλοτ’ ἐπι πλευράς καὶ τοῖς αὐτοῖς καταγίνεται ἀνδροτητ καὶ μενος οὐδὲν γὰρ διαφε καὶ οὐδεποτ ἀνδροτητ εἴρηκε τήν ἀνδρείαν ἀλλ’ ἡνορέαν . εἴχε καὶ τὸ δυσεξείληπτον τῶν μιμνησκόμενος καὶ γὰρ ἄνω εἴρηκεν ἑταίρου μεμνημένος προηθετοῦντο δὲ καὶ παρα αριστοφαι ταυτ δὲ ἤτοι συναπτέον τοῖς ἄνω ἵν’ ἦι κοινὸν τὸ ποθέων ἡ ἀφ ετερας ἀρχῆς ἀναγνωστεον ἵνα ὑποστείζωμεν ἐπι τὸ κύματα πείρων⁑

Comments on 24.6-24.10


msA 24.A3: ὁ δὲ λόγος καὶ ὅσα σὺν αὐτῷ κατειργάσατο ἔργα πολεμῶν τὲ καὶ πλέων τουτ μιμνησκόμενος ἐδάκρυεν⁑

Comments on 24.6


msA 24.A4: αλεγείνα τε κύματα πείρων: Πάμφιλος περισπᾶ λέγων τὴν προθ τοῦ ϊ μὴ ἐξαλλάσσειν τὸν τόνον εἰ δε περῶ οῖδεν ὁ ποιητ : τὸ ῥήμα καὶ περόωσι καὶ περάα μεγά λαιτμα δηλον ὅτι καὶ πειρῶν ὁ μεντοι Ἀρίσταρχος βαρύνων ἀναγινώσκει ὡς κείρων φησὶ γοῦν ουτ γενόμενος ἐπι τοῦ παννυχίῃ μέν ῥ ἠ γε καὶ ηῶ, πεῖρ’ ἐκέλευθον : “τὸ πεῖρε διδασκει ἡμᾶς καὶ τὴν πείρων μετοχὴν βαρύνειν ὡς γὰρ ἔκειρε κείρων. ουτ ἔπειρε πείρων εἰ γὰρ περιεσπᾶτο ἣν ἂν ὁ παρατατικὸς ἐπείρα“ ἐστιν οὖν διττὸν τὸ ρημ καὶ τὸ μὲν συν τῷ ϊ περισπασθήσεται ⁑

Comments on 24.8


msA 24.A5: δινεύεσκ’ αλύων ψιλῶς τὸ ἀλύων δῆλον κακ τῆς συναλειφῆς⁑

Comments on 24.12


msA 24.A6: αὖτις ἐνι κλισίῃ: ὅτι παρεῖται ἡ ἀνά καὶ ἐστιν ἀναπαυέσκετο: ἢ ὅτι ὁ δε πάλιν περισσὸς οὐ γαρ ἐστι λέγειν ὃν ἐδέσμευεν αλλα χωρὶς ὁ δὲ εἰτα ἔασκεν αντι τοῦ εἴα ⁑

Comments on 24.17


msA 24.A7: τόνδε δ’ ἔασκεν: ὁμοιως ἀναγνωστέον τὸ τόνδε . τῷ τόνδε δ’ εγὼν επιοντα καὶ τόνδέ δ’ εγὼ κομιῶ λέγω καὶ ὀξύνων τὴν πρώτην ἵν ᾖ επεκτασις ὴ δια τοῦ δέ ⁑

Comments on 24.17


msA 24.A8: ἐν κόνι ἐκτανύσας ὅτι οὐδεν πλεον τοῦ πρηνέα ὡς ὅταν λέγῃ ἀταρτηρόν τὸν ἀτηρόν ⁑

Comments on 24.18


msA 24.A9: καὶ τεθνειοτά περ: ἀθετοῦνται: ἀρκεῖ γαρ τὸ προειρῆσθαι πᾶσαν ἀεικειην ἄπεχε χροῒ φῶτ’ ἐλεαίρων: τὸ δε πῶς μηκέτ’ ἐπεκδιδάσκει ὅτι ἀπεμφαίνων ἐστιν ἀνιερον γὰρ καὶ ἀκάθαρτον τὴν τοῦ Διὸς αἰγίδα νεκροῦ περίβλημα γίνεσθαι: πῶς δὲ καὶ κατείληπτο τῇ αἰγίδι ἐλκόμενος ἵνα μὴ ἀποστραφῇ ἠ πῶς ἔλαβε τὴν αἰγίδα παρα Διὸς οὐ γὰρ συγκαταποθεῖται τῇ ἀπολυτρώσει τοῦ νεκροῦ ἀλλ’ ὕστερον: ὁ δὲ Ἀπόλλων οὐκ εῖχεν ἐξουσίαν τῆς αἰγίδος: εἰ δε ταυτ ἐγέγραπτο. οὐκ ὰν ἄλλας αἴτιας εἰσεφερε τοῦ καταδρύπτεσθαι λέγει μέντοι ροδόεντι χρῖεν ἐλαίω ἀμβροσίω ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων . καὶ περι τοῦ Ἀπόλλωνος ὃν τροον πᾶσαν ἀεικείην ἄπεχε χροῒ λέγει: τῷ δ’ ἐπι κυάνεον νέφος ἤγαγε Φοῖβος Ἀπόλλων ἵνα διαμένῃ ἔνικμος καὶ περινίζεται τὴν ἀπο τοῦ φόνου ἀκαθαρσίαν. ὡς φησὶν ὁ Ερμῆς τῷ Πριάμῳ θειοιο κεν αὐτὸς επελθῶν οἶον ἐερσήεις κεῖται περὶ δ’ αἷμα νένιπται ⁑

Comments on 24.19-24.20


msA 24.A10: καὶ τεθνηοτά περ περι δ’ αιγιδι: οὕτως αἰγίδα χρυσείην αἱ Ἀρισταρχ : περὶ ὅλον αυτὸν ἐκάλυπτε τὴν χρυσῆν αἰγιδ καὶ μήποτε Ὁμηρικώτερον τοῖόν τοι ἐγὼ νέφος ἀμφικαλύψω χρύσεον ⁑

Comments on 24.20


msA 24.A11: κλέψαι δ’ ὀτρύνεσκον: Ζεὺς ἐρασθεὶς Μαίας τῆς Ἀτλάντιδος λαθῶν Ήραν ἐμίγη: ἡ δὲ εγγυος γενομένη ἐν Κυλλήνῃ τῆς Ἁρκαδίας Ἑρμῆν ἐγέννησεν ὅστις ἐπιθυμίαν ἔσχεν τοῦ κλέπτειν ὅτι καὶ Ζεὺς κλέψας τὴν Ήραν ἐμίγη Μαῖα καὶ δή ποτε τῆς μρς μετα τῶν αδελφῶν αυτῆς λουομένης: λαθὼν ὑφείλετο τὰς ἐσθῆτας: γυμναὶ δὲ εκείναι ἡπόρουν τί πράξωσιν γέλωτα δὲ δια τουτ Ἑρμῆς ποιήσας ἀπέδωκεν αὐταῖς τὰς ἐσθῆτας ἔκλεψε δὲ καὶτὰς Ἀπολλωνος βοῦς: ἡ ϊστορία παρὰ Ερατοσθένει ⁑

Comments on 24.24


previousnext
msA 310vmsA 311v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1