Venetus A (Marciana 454 = 822), folio 311, verso

previousnext
msA 311rmsA 312r

Iliad text (25 lines)


Iliad 24.30: τὴν δ’ ῄνησ’. ἥ, οἱ, πόρε μαχλοσύνην ἀλεγεινήν:

Commented on by msA 24.B1, msAext 24.B1


Iliad 24.31: ἂλλ’ ὅτε δή ῥ’ ἐκ τοῖο δυωδεκάτη γένετ’ ἠώς.


Iliad 24.32: καὶ τότ’ άρ’ ἀθανάτοισι μετήυδα Φοῖβος Ἀπόλλων :


Iliad 24.33: σχέτλιοί ἐστε θεοὶ δηλήμονες: οὐδέποθ’ ὗμιν

Commented on by msAint 24.B1, msA 24.B2, msAext 24.B2


Iliad 24.34: Ἕκτωρ μηρί’ ἔκηε βοῶν αἰγῶν τε τελείων.


Iliad 24.35: τὸν νῦν οὐκ ἔτλητε νέκυν περ εόντα σαῶσαι.


Iliad 24.36: ᾗ τ’ ἀλόχῳ ΐδέειν, καὶ μητέρι. καὶ τέκεϊ ᾧ.


Iliad 24.37: καὶ πατέρι Πριάμῳ . λαοῖσί τε, οι κέ μιν ῶκα


Iliad 24.38: ἐν πυρὶ κήαι εν. καὶ ἐπι κτέρεα κτερίσαιεν.

Commented on by msA 24.B3, msAim 24.B1


Iliad 24.39: ἂλλ’ ὀλοῷ Ἀχιλῆϊ θεοὶ βούλεσθ’ ἐπαρήγειν.


Iliad 24.40: ᾧ οὔτ’ ἂρ φρένες εἰσὶν ἐναίσιμοι. οὔτε νόημα


Iliad 24.41: γαμπτὸν ἐνι στήθεσσι. λέων δ’ ὡς ἄγρια οἶδεν:


Iliad 24.42: ὅς τ’ ἐπεὶ ὰρ μεγάλῃ τε βίῃ καὶ ἀγήνορι θυμῷ

Commented on by msA 24.B4


Iliad 24.43: εἴξας. εῖσ’ ἐπὶ μῆλα. βροτῶν, ἵνα δαῖτα λάβῃσιν.

Commented on by msAil 24.B1


Iliad 24.44: ὡς Ἀχιλεὺς , ἔλεον μὲν ἀπώλεσεν. οὐδέ οἱ αἰδὼς

Commented on by msAext 24.B3


Iliad 24.45: γίνεται. ἥ τ’ ἄνδρας μέγα σίνεται. ἠδ’ ὀνίνησι:

Commented on by msA 24.B5, msA 24.B6


Iliad 24.46: μέλλει μέν που τις καὶ φίλτερον ἄλλον ὀλέσσαι:

Commented on by msAim 24.B2


Iliad 24.47: ἢε κασίγνητον ὁμογάστριον. ἢε καὶ υἱὸν:

Commented on by msA 24.B7, msAext 24.B4


Iliad 24.48: ἂλλ’ ἤτοι κλαύσας καὶ ὀδυράμενος μεθέηκε:

Commented on by msAext 24.B5


Iliad 24.49: τλητὸν γὰρ Μοῖραι θυμὸν θέσαν ἀνθρώποισιν:


Iliad 24.50: αὐτὰρ ὅ γ’ Ἕκτορα δῖον. ἐπεὶ φίλον ῆτορ ἀπηύρα.


Iliad 24.51: ἵππων ἐξάπτων, περὶ σῆμ’ ἑτάροιο φίλοιο


Iliad 24.52: ἕλκει: οὐ μήν οἱ, τό γε κάλλιον, οὐδέ τ’ ἄμεινον:


Iliad 24.53: μὴ ἀγαθῷ περ ἐόντι νεμεσσηθῶμεν οἱ καὶ ἡμεῖς:

Commented on by msAim 24.B3


Iliad 24.54: κωφὴν γὰρ δὴ γαῖαν ἀεικίζει μενεαίνων:

Commented on by msAint 24.B2


Other texts (18 passages)


Scholia group: msAext

msAext 24.B1: γρ ἥ οἱ κεχαρισμένα δῶρ’ ὀνόμηνεν

Comments on 24.30


msAext 24.B2: ου νύ ποθ’ ύμιν

Comments on 24.33


msAext 24.B3: πε αἰδοῦς :

Comments on 24.44


msAext 24.B4: ἠὲ κασιγνη ἠὲ

Comments on 24.47


msAext 24.B5: καὶ οδυρόμενος

Comments on 24.48


Scholia group: msAint

msAint 24.B1: γρ οὐ νύ ποθ’ ὕμιν:

Comments on 24.33


msAint 24.B2: οτ αντ θυμου μενος ⁑

Comments on 24.54


Scholia group: msAil

msAil 24.B1: πεισθείς.

Comments on 24.43


Scholia group: msAim

msAim 24.B1: ουτ δια του α ἡ παραλήγουσα κτερίσαιεν . ⁑

Comments on 24.38


msAim 24.B2: αντ του έοικεν

Comments on 24.46


msAim 24.B3: Ἀρισταρχ νεμεσσηθεῶμεν δια του θε ⁑

Comments on 24.53


Scholia group: msA

msA 24.B1: ‡ τὴν δ’ ᾔνησ, ὴ όι, πόρε: παρα Ἀριστοφ καί τισι τῶν πολ¨ητικῶν η οί κεχαρισμένα δῶρ’ ονόμηνε καὶ τάχα μᾶλλον οὕτως ἂν ἐχοι ἀθετεῖ γὰρ Ἀρίσταρχος δια τὴν μαχλοσύνην τὸν στίχον ⁑

Comments on 24.30


msA 24.B2: οὐν ὕποθ’ ὑμῆν ἐγκλιτικῶς τὴν ὑμῖν ᾶναγνωστεον ἐστὶ γὰρ ἀπόλυτος ⁑

Comments on 24.33


msA 24.B3: έν πυρὶ κήμενι ὅτι οὐ μόνοι οἱ έπι ξένης τελευτῶντες έκαίοντο, άλλα καὶ οἱ ἐπι τῆς ίδίας πατρίδος ⁑

Comments on 24.38


msA 24.B4: ὅστ’ έπει ὰρ μεγάλη τε βίη: ὁ ἐπεὶ σύνδεσμος περισσεύει διὸπερ οὐκ επιζητητέον τὴν ὑπ αυτοῦ εἰωθυῖαν ἀποτελεῖσθαι ὑποστιγμην ὁ γὰρ λόγος ὃς τῆ γε δυνάμει καὶ τῇ έπιθυμίαι είξας έπέρχεται θρέμμασιν ἐπεὶ δὲ, σπανίως έστὶν ευρεῖν τοῦτον τὸν σύνδεσμον περισσεύοντα μήποτε δια τοῦ η ἐγέγραπτο εἴξῃς ἵνα ὑποστίζωμεν μετ αυτό: καὶ ὁ λόγος επει δ ἂν τῇ δυνάμει καὶ τῇ ἐπιθυμία κρατηθ επέρχεται θρέμμα ⁑

Comments on 24.42


msA 24.B5: γίνεται ἥ τ’ ἄνδρας: ἀθετεῖται ὅτι ἐκ τῶν Ησιόδου μετενήνεκται ὑπό τινος νομίσαντος ἐλλείπειν τον λόγον καὶ γὰρ τοῖς ὑποκειμένοις ἐναντιόν τι πεποίηκεν. εἰ γὰρ βλάπτη ἡ αιδως, εὔλογον Άχιλλεὺς ἀναιδέστατος βούλοιτο εἶναι: παρα μεν γὰρ Ησιοδῳ γνωμικως εκεῖ γὰρ ὄν τι λόχον ἔχει τῆς αιδοῦς ποτὲ μὲν ωφελίαν περιποιουσης ποτὲ δὲ βλάβην. δεῖ δὲ εξωθ προσὑπακοῦσαι τὸ ἐστί ἵν ᾗ, οὐδέ οἱ αἰδώς ἐστὶ καὶ πλήρης ὁ λόγος ⁑

Comments on 24.45


msA 24.B6: ἡ δ’ ὀνίνῃσι. τινὲς ἐδάσυναν τὸ ἡδὲ ἵνα ἡ αιδῶς διττὴ ὑπάρχη ἡ μὲν βλαπτουσει : ἡ δὲ ὠφελοῦσα ουτ δὲ και Εὐριπιδ ἐξεδέξατο εἰπῶν διττὰς εἶναι αἰδοὺς δύναιτο δ’ ἂν ἡ αυτὴ οῦσα πῇ μεν ὠφελιμος πῇ δὲ βλαβερά ⁑

Comments on 24.45


msA 24.B7: ἠὲ κασιγνήτον ὅτι τοῦτο προσέθηκεν ἐπεὶ κασιγνήτους τοὺς ανεψιους που λέγει πάλιν δὲ ὁμογαστριον λέγει καὶ ούχ ὡς Ζηνόδοτος ἔγραφεν ἐκεῖ μή με κτεῖν’ ἐπεὶ οὐκὶ ὁγαστριος Ἕκτορος ⁑

Comments on 24.47


previousnext
msA 311rmsA 312r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1