Venetus A (Marciana 454 = 822), folio 312, recto

previousnext
msA 311vmsA 312v

Iliad text (25 lines)


Iliad 24.55: τὸν δὲ χολωσαμένη προσέφη λευκώλενος Ἥρη :


Iliad 24.56: εἴη κεν καὶ τοῦτο τεὸν ἔπος ἀργυρότοξε:


Iliad 24.57: εἰ δὴ ὁμὴν Ἀχιλῆϊ καὶ Ἕκτορι θήσετε τιμήν.


Iliad 24.58: Ἕκτωρ μὲν θνητός τε γυναῖκά τε θήσατο μαζὸν:

Commented on by msA 24.C1, msA 24.C2


Iliad 24.59: αὐτὰρ Ἀχιλλεύς ἐστι θεᾶς γόνος. ἣν ἐγὼ αὐτὴ


Iliad 24.60: θρέψά τε καὶ ἀτίτηλα: καὶ ἀνδρὶ, πόρον παράκοιτιν


Iliad 24.61: Πηλεῖ , ὃς περὶ κῆρι φίλος γένετ’ ἀθανάτοισι:


Iliad 24.62: πάντες δ’ ἀντιάασθε θεοὶ γάμου: ἐν δὲ σὺ τοῖσι


Iliad 24.63: δαίνυ’ ἔχων φόρμιγγα κακῶν ἕταρ’, αἰὲν ἄπιστε:


Iliad 24.64: τὴν δ’ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς: :


Iliad 24.65: Ἥρη μὴ δὴ πάμπαν ἀποσκύδμαινε θεοῖσιν.


Iliad 24.66: οὐ μὲν γὰρ τιμή γε μί’ ἔσσεται: ἀλλὰ καὶ Ἕκτωρ


Iliad 24.67: φίλτατος ἔσκε θεοῖσι. βροτῶν. οἳ ἐν Ἰ̈λίῳ εἰσίν


Iliad 24.68: ὡς γὰρ ἔμοιγ’. ἐπεὶ οὔ τι φίλων ἡμάρτανε δώρων:

Commented on by msAint 24.C1


Iliad 24.69: οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης.


Iliad 24.70: λοιβῆς τε. κνίσης τε: τὸ γὰρ λάχομεν γέρας ἡμεῖς:


Iliad 24.71: αλλ’ ἤτοι κλέψαι μὲν ἐάσομεν: οὐδέ πῃ ἐστὶ,

Commented on by msA 24.C3


Iliad 24.72: λάθρῃ Ἀχιλλῆος . θρασὺν Ἕκτορα : ἦ γάρ οἱ αἰεὶ

Commented on by msA 24.C4


Iliad 24.73: μήτηρ παρμέμβλωκεν, ὁμῶς νύκτάς τε καὶ ἦμαρ:


Iliad 24.74: ἂλλ’ εἴ τις καλέσειε θεῶν. Θέτιν άσσον ἐμεῖο:

Commented on by msAint 24.C2, msA 24.C5, msA 24.C6


Iliad 24.75: ὄφρά τί οἱ εἴπω πυκινὸν ἔπος: ὥς κεν Ἀχιλλεὺς


Iliad 24.76: δώρων ἐκ Πριάμοιο λάχῃ. ἀπό θ’ Ἕκτορα λύσῃ:


Iliad 24.77: ὡς ἔφατ’. ὦρτο δε Ἶ̈ρις ἀελλόπος ἀγγελέουσα:

Commented on by msA 24.C7


Iliad 24.78: μεσσηγὺς δὲ Σάμου τε καὶ Ἴ̈μβρου παιπαλοέσσης

Commented on by msAint 24.C3


Iliad 24.79: ἔνθορε μείλανι πόντῳ: ἐπεστονάχησε δὲ λίμνη:


Other texts (10 passages)


Scholia group: msAint

msAint 24.C1: ὅσον ἐπι τῇ ἐμῇ κρίσει⁑

Comments on 24.68


msAint 24.C2: τὸ εῖ αντ ειθε διὸ οὐδε ὑποστικτέον⁑

Comments on 24.74


msAint 24.C3: οτ τὴν Σαμοθράκην ουτ εἶπεν

Comments on 24.78


Scholia group: msA

msA 24.C1: Ἕκτωρ μὲν θνητός τε: τοῦτο ἔνιοι τῶν κριτικῶν κατ συνωνυμίαν μεταλαμβανοντες λέγοντες αὐτον εἶναι γυναῖκα καὶ ανον καὶ θνητόν, ὡς γίνεσθαι τοιοῦτον. Ἕκτωρ μὲν θνητὸς θνητὸν τε θήσατο μαζον ἄλλοι δὲ παρειλῆφθαι τὸ γυναῖκα ἀντι τοῦ κτητικοῦ γυναικεῖον: τοὺς δὲ Ἀττικοὺς καὶ Δωριέας τοῖς κυριωτέροις χρῆσθαι ἀντι κτητικων Ἕλληνα στρατὸν ἀντι Ἑλληνικον καὶ ανον ῆθος ἀντι τοῦ ανινον καὶ Ἑλλάδα διάλεκτον⁑

Comments on 24.58


msA 24.C2: Ἕκτωρ μὲν θνητός τε: ἡ διπλῆ, ὅτι ἀντι τοῦ γυναικὸς μαζόν Ὁμηρικὸν δὲ τὸ εθος ὣς τὴν μὲν πρύμνην ἄμφεπε ⁑

Comments on 24.58


msA 24.C3: ἀλλ’ ἤτοι κλέψαι μὲν: ἀθετοῦνται στίχοι Γ ὅτι ψεῦδος περιέχουσιν: οὐ γὰρ διὰ παντὸς σὺνδιατρίβει αὐτῷ ἡ Θέτις τὸ δε ἐάσομεν νῦν ἀντι τοῦ παρῶμεν οἶον μηδε λέγωμεν ὅπερ ἀγνοήσαντες οἱ περι Ἀντίμαχον ἐποίησαν κλέψαι μὲν ἀμήχανον γράφεται δὲ κατ’ ενια εὖ γάρ οἱ αἰεὶ διὰ μέσου δὲ τὸ οὐδέ πῃ ἔστι τὸ δὲ ἑξῆς ἀλλ’ ήτοι κλεψαι μὲν ἐάσομεν λάθρῃ Ἀχιλλῆος

Comments on 24.71


msA 24.C4: ἡ γάρ οἱ αιεὶ οὐκ αναγκαιον τὸ η ἄρθ ἐκδέχεσθαι καὶ δασύνειν ἔθος γὰρ αὐτῷ ἔσθ’ ὅτε παραλείπειν τὰ ἄρθρα ἀλλα φίλη μηρ , μηρ μὲν τέ μέ φησὶ σύνδεσμος οὖν ἐστι βεβαιωτικός δι ὃ περισπαστέον⁑

Comments on 24.72


msA 24.C5: ἀλλ’ εἴ τις καλέσειε: ὅτι εξ ονόματος μη καλέσαντος τοῦ Διὸς ἡ προς τοῦτο τεταγμενη Ἶρις ὑπακούει ὥσπερ καὶ ὅταν ὁ Ἀχιλλεὺς λέγῃ κοινότερον. αλλ αγε δή τινα μάντιν. ευλόγως οὖν πάλιν ἐρεῖ ὦ Ἀχιλεῦ κέλεαί με

Comments on 24.74


msA 24.C6: θεῶν Θέτιν άσσον ἐμεῖο: τινὲς τὸ θεῶν ἐπι τοῦ τρέχων ἐξεδέξαντο μετοχὴν παράαλαμβανοντες καὶ ἐβαρυναν. ἀπίθανον δὲ δι ὃ περισπαστέον γενικὴ γάρ ἐστι πληθυντικῆ ὀνόματος τοῦ θεός ⁑

Comments on 24.74


msA 24.C7: ὡς ἔφατ’ ὦρτο δὲ Ἶρις ἔτι προς τὸ προκείμενον δια τὴν ὁμοιότητα τοῦ μαρτυρίου⁑

Comments on 24.77


previousnext
msA 311vmsA 312v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1