Venetus A (Marciana 454 = 822), folio 312, verso

previousnext
msA 312rmsA 313r

Iliad text (25 lines)


Iliad 24.80: ἡ δὲ μολυβδαίνῃ ἱκέλη ἐς βυσσὸν ὄρουσεν:

Commented on by msA 24.D1


Iliad 24.81: ἥ τε κατ’ ἀγραύλοιο βοὸς κέρας ἐμβεβαυῖα

Commented on by msA 24.D2, msAim 24.1bis


Iliad 24.82: ἔρχεται. ὠμηστῇσιν ἐπ’ ἰ̈χθύσι κῆρα φέρουσα:

Commented on by msA 24.D3


Iliad 24.83: εὗρε δ’ ἐνι σπῆϊ γλαφυρῷ Θέτιν , ἀμφι δ’ ὰρ ἄλλαι

Commented on by msA 24.D4, msAim 24.2bis


Iliad 24.84: εἵαθ’ ὁμηγερέες ἅλιαι θεαὶ. ἡ δ’ ἐνι μέσσῃς

Commented on by msA 24.D5


Iliad 24.85: κλαῖε μόρον οὗ παιδὸς ἀμύμονος. ὅς οἱ ἔμελλε

Commented on by msAim 24.3bis


Iliad 24.86: φθίσεσθ’ ἐν Τροίῃ ἐριβώλακι τηλόθι πάτρης:

Commented on by msA 24.D6


Iliad 24.87: ἀγχοῦ δ’ ἱσταμένη προσέφη. πόδας ὠκέα Ἶ̈ρις :


Iliad 24.88: ὄρσο Θέτι : καλέει Ζεὺς . ἄφθιτα μήδεα εἰδώς:


Iliad 24.89: τὴν δ’ ἠμείβετ’ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα:


Iliad 24.90: τίπτέ με κεῖνος ἄνωγε μέγας θεός: αἰδέομαι δὲ


Iliad 24.91: μίσγεσθ’ ἀθανάτοισιν: ἔχω δ’ ἄχε’ ἄκριτα θυμῷ:


Iliad 24.92: εῖμι μὲν, οὐδ’ άλιον ἔπος ἔσσεται ὅττί κεν εἴπῃ:


Iliad 24.93: ὡς ἄρα φωνήσασα κάλυμμ’ ἕλε δῖα θεάων


Iliad 24.94: κυάνεον. τοῦ δ’ οὔ τι μελάντερον ἔπλετο ἔσθος.

Commented on by msA 24.D7


Iliad 24.95: βῆ δ’ ϊέναι. πρόσθεν δὲ ποδήνεμος ὠκέα ῗρις


Iliad 24.96: ἡγεῖτ’: ἀμφι δ’ ἄρά σφι λιάζετο κῦμα θαλάσσης:


Iliad 24.97: ἀκτὴν δ’ εἰσ ἀναβᾶσαι. ἐς οὐρανὸν ἀϊχθήτην:

Commented on by msA 24.D8, msAim 24.4bis


Iliad 24.98: εὗρον δ’ εὐρύοπα Κρονίδην . περὶ δ’ ἄλλοι ἅπαντες


Iliad 24.99: εἵαθ’ ὁμηγερέες μάκαρες θεοὶ, αἰὲν ἐόντες:


Iliad 24.100: ἡ δ’ ἄρα πὰρ Διῒ πατρὶ καθέζετο: εῖξε δ’ Ἀθήνη .

Commented on by msA 24.D9


Iliad 24.101: Ἥρη δὲ χρύσεον καλὸν δέπας ἐν χερὶ θῆκε.


Iliad 24.102: καί ῥ’ εὔφρην’ ἐπέεσσι: Θέτις δ’ ὤρεξε πιοῦσα.


Iliad 24.103: τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε:


Iliad 24.104: ἤλυθες Οὔλυμπον δὲ θεὰ Θέτι κηδομένη περ.

Commented on by msA 24.D10


Other texts (11 passages)


Scholia group: msAil

msAil 24.D1: ἐχωρίζετο

Comments on 95


Scholia group: msA

msA 24.D1: ες βυσσὸν όρουσεν: ἐπεκράτησεν τὸ ὀξύνεσθαι τῷ τὰ εἰς ὸς λήγοντα ὀνόματα δισύλλαβα, ἀρχόμενα ἀπο συμφώνου ἡ συμφώνων δεδιπλασιασμένον ἔχοντ τὸ ς , ὀξύνεσθαι θέλειν κισσὸς πεσσὸς . ἀντι τοῦ πίπτει τὸ μέσσος ⁑

Comments on 24.80


msA 24.D2: ἥ τε κατ αγραύλοιο βοὸς κέρας: ὅτι οὐ λεγεί βοὸς κέρας βοὸς τρίχα δια τὸ τριχίνην εῖναι τὴν ὁρμίαν λίναις γὰρ ἐχρῶντο . οἱ δὲ νῦν οὐδε βοείαις χρῶνται ἀλλ’ ἱππείαις. λέγοι ἂν οὖν βοὸς κέρας κυρίως κατεσκεύαζον γὰρ σύριγγα: ἐκ κέρατος βοειοῦ, ἣν παρετίθεσαν τῇ ορμίᾳ ὑπερ τὸ ἄγκιστρον ὅπως μὴ οἱ ϊχθῦς ἀποτρώγωσι τὸν λίνον ⁑

Comments on 24.81


msA 24.D3: ὠμηστῆισιν ἐπι χθύσι κήρα φέρουσα: ἔνιαι τῶν κατὰ πόλεις ἐπι χθῦσι πῆ φέρουσα ἄτοπον γὰρ ἐπ ἰχθύων κῆρα λέγειν ⁑

Comments on 24.82


msA 24.D4: ὠμηστῇσιν: ὡς ορχηστῇσιν προείρηται δὲ ⁑

Comments on 24.83


msA 24.D5: εἵαθ’ ὁ μηγερέεσ: Ἀριστοφ τὸ εἵατο δασέως. Ἀρίσταρ ψιλοῖ:προ εἴπομεν δὲ π τῆς λέξεως ⁑

Comments on 24.84


msA 24.D6: φθίσεσθ’ ἐν Τροίῃ: ἀθετεῖται ὅτι περισσός ἐστι τὸ γὰρ οἷ ἐστὶν αὐτῷ καὶ τὸ ἔμελλεν ἀντι τοῦ εῴκει Ὁμήρ οὐχι τῇ Θέτιδι ἔμελλεν ἐν Τροίᾳ φθίσεσθαι ⁑

Comments on 24.86


msA 24.D7: τοῦδ’ οὔτι μελάντερον ἔπλετο ἔσθος: ψιλῶς τὸ ἔσθος καὶ ἐσθής οὐ μόνον διὰ τὴν συναλιφήν ἀλλα καὶ ἀλόγον: ἡμεῖς προ εἴπομεν ἀνασκευάσαντες τοὺς ὑπο τῶν προ εμοῦ εἰρημένους τὰ γὰρ φωνήεντα ψιλοῦσθαι θέλει επιφερομένου τοῦ ς μετα δα , ὀσφῦς ὀσφραίνεσθαι : ἀσφοδελος ἀσφάραγος . ἀσχάλλω . ὀσχέος : ἴσχω ἰσχοῦ : ἀσθενής ἐσθλὸς ἄσθμα ἔσθω οὕτως ἄρα καὶ ἔσθος καὶ ἐσθής ⁑

Comments on 24.94


msA 24.D8: ἀκτὴν δ’ ἐισ αναβᾶσαι: προσ τα πε τοῦ Ὀλύμπου ουνον γὰρ νῦν ειπὼν ὑποβὰς φησὶν ήλυθες Οὔλυμπον δὲ , παρ ὅσον ἐπουνια τινα μέρη εστι τοῦ Ολυμπ ὑπερ ταν έφη διήκοντα ⁑

Comments on 24.97


msA 24.D9: ἡ δ’ ἄρα παρ’ Διῒ : προς τὴν καθέδραν Αθηνᾶς και Ἡρας ὅτι ἑκατέρωθεν τοῦ Διός : καὶ ὅταν λέγῃ αἱ δοῖαι Διὸς ἀμφὶς τὸ αυτο σημαίνει Διὸς ἐκατέρωθεν οὐχ ὥς τινες δέχονται χωρὶς, ἀλλα μόνον καθ ἑαυτὰς ἐχουσαι τὰς γνώμας ⁑

Comments on 24.100


msA 24.D10: ἤλυθες Οὔλυμπον δὲ: ὅτι ἄνω εῖπεν εἰς οὐρανὸν ἀϊχθήτην. νύν δὲ εἰς Ὀλυμπον παραγεγονέναι. αἱ γὰρ κορυφαὶ τοῦ Ὀλύμπου ἐπουνιοι ⁑

Comments on 24.104


previousnext
msA 312rmsA 313r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1