Venetus A (Marciana 454 = 822), folio 313, recto
previous | next |
---|---|
msA 312v | msA 313v |
Iliad text (25 lines)
Iliad 24.105: πένθος ἄλαστον ἔχουσα μετα φρεσὶν. οῖδα καὶ αὐτός:
Iliad 24.106: ἀλλὰ καὶ ὡς, ἐρέω τοῦ σ’ εἵνεκα δεῦρο κάλεσσα:
Iliad 24.107: ἐννῆμαρ δὴ νεῖκος ἐν ἀθανάτοισιν όρωρεν
Iliad 24.108: Ἕκτορος ἀμφὶ νέκυϊ καὶ Ἀχιλῆϊ πτολιπόρθῳ:
Commented on by msA 24.X1
Iliad 24.109: κλέψαι δ’ ὀτρύνεσκον ἐΰσκοπον ἀργεϊφόντην:
Commented on by msA 24.X2
Iliad 24.110: αὐτὰρ ἐγὼ τόδε κῦδος Ἀχιλλῆϊ προτι ἅπτω.
Commented on by msAint 24.X1, msA 24.X3, msA 24.X4
Iliad 24.111: αἰδῶ καὶ φιλότητα τεὴν μετ’ όπισθε φυλάσσων:
Iliad 24.112: αῖψα μάλ’ ἐς στρατὸν ἐλθὲ καὶ υἱέϊ σῶ ἐπίτειλον.
Iliad 24.113: σκύζεσθαί οἱ, εἰπὲ θεοὺς. ἐμὲ δ’ ἔξοχα πάντων
Iliad 24.114: ἀθανάτων κεχολῶσθαι. ὅτι φρεσὶ μαινομένῃσιν
Iliad 24.115: Ἕκτορ ‘ ἔχει παρὰ νηυσὶ κορωνίσιν. οὐδ’ ἀπέλυσεν:
Iliad 24.116: αί κέν πως ἐμέ τε δείσῃ. ἀπό θ’ Ἕκτορα λύσῃ:
Iliad 24.117: αὐτὰρ ἐγὼ Πριάμῳ μεγαλήτορι Ι̂̈ριν ἐφήσω:
Iliad 24.118: λύσασθαι φίλον υἱὸν. ἰ̈όντ’ ἐπὶ νῆας Ἀχαιῶν .
Iliad 24.119: δῶρα δ’ Ἀχιλλῆϊ φερέμεν. τά κε θυμὸν ἰ̈ήνῃ:
Iliad 24.120: ὡς ἔφατ’. οὐδ’ ἀπίθησε θεὰ Θέτις ἀργυρόπεζα:
Iliad 24.121: βῆ δὲ κατ’ Οὐλύμποιο καρήνων ἀΐξασα:
Commented on by msA 24.X5
Iliad 24.122: ῗξεν δ’ ἐς κλισίην οὗ, υἱέος: ἔνθ’ ἄρα τόν γε
Iliad 24.123: εὗρ’ αδινὰ στενάχοντα: φίλοι δ’ ἀμφ’ αὐτὸν ἑταῖροι
Iliad 24.124: ἐσσυμένως ἐπένοντο καὶ ἐντύνοντο ἄριστον:
Commented on by msA 24.X6
Iliad 24.125: τοῖσι δ’ ὄϊς λάσιος μέγας ἐν κλισίῃ ἱ̈έρευτο:
Commented on by msAint 24.X2
Iliad 24.126: ἡ δὲ μάλ’ ἄγχ’ αὐτοῖο καθέζετο πότνια μήτηρ.
Commented on by msAint 24.X5
Iliad 24.127: χειρὶ τέ μιν κατέρεξεν. ἔπος τ’ ἔφατ’. ἔκ τ’ ὀνόμαζε:
Iliad 24.128: τέκνον ἐμόν: τέο μέχρις ὀδυρόμενος καὶ ἀχεύων
Iliad 24.129: σὴν ἔδαιε κραδίην. μεμνημένος. οὐδ έτι σίτου.
Commented on by msA 24.X7
Other texts (7 passages)
Scholia group: msA
msA 24.X1: Ἕκτορος ἀμφι νέκυϊ: ὅτι ουτ λε Ἕκτορος νέκυϊ οὐχ Ἐκτορα : καὶ ἀλλαχοῦ οἰσέμεναι νεκρὸν Ελπήνορα ⁑
Comments on 24.108
msA 24.X2: κλέψαι δ’ οτρύνεσκον ὅτι ἐντεῦθεν γέγονεν ἡ προδιασκευὴ ἀλλ’ ήτοι κλέψαι μὲν ἐάσομεν . ἡ δὲ Μασσαλιωτικῇ ὀτρύνουσιν οὕτως καὶ ἡ Χία⁑
Comments on 24.109
msA 24.X3: αὐτὰρ ἐγὼ τόδε. ὅτι προϊάπτω Ἀρίσταρχος καὶ ταυτόν ἐστι τῶ προϊάλλω ⁑
Comments on 24.110
msA 24.X4: Ἀχιλλῆϊ προτιάπτω: Ἀπολλόδωρος καὶ Ἀρητάδης καὶ Νεοτέλης καὶ Διονυσιος ὁ Θραξ δια τοῦ τ τὴν πρόθεσιν γράφουσι καὶ διασυνούσι τὸ α ἵνα ᾗ προσάπτω ἀνατίθημι: οἱ δὲ χώ τοῦ τ ἔγραψαν καὶ ἐψίλωσαν τὸ α ἵνα ταὐτὸν ὑπάρχη τῷ προϊάλλω οἷον δίδωμι προσπενδω: οὕτως δὲ καὶ Ζηνοδοτος καὶ Ἀρίσταρχος ἐν τοῖς πρὸς Κομάνον ⁑
Comments on 24.110
msA 24.X5: βῆ δὲ κατ Ουλύμποιο ὅτι παλιν ἐξ Ολύμπου λέγει κατιέναι ἄνω δὲ οὐρανὸν ἀϊχθήτην ⁑
Comments on 24.121
msA 24.X6: ἐσσυμένως ἐπένοντο: ὅτι ἅπαξ νῦν ἐν Ἰλιαι καὶ ἅπαξ ἐν οδ . τὸἄριστον ἐντύνον τὸ ἄριστον : ἔστι δὲ τὸ πρωϊνὸν ἔμβρωμα τρεῖς γὰρ τροφὰς ἐλάμβανον οἱ ἥρωες⁑
Comments on 24.124
msA 24.X7: σὴν ἐν δε κραδίην: βραχὺ διασταλτ μετα τὸ κραδίην : Πυθαγόρας παραινεῖ καρδίαν μὴ ἐσθίειν ὡς ἐστιν ἄλυπον καὶ ἀτάραχον διάγειν τὸν ανον .⁑
Comments on 24.129
previous | next |
---|---|
msA 312v | msA 313v |