Venetus A (Marciana 454 = 822), folio 313, verso
previous | next |
---|---|
msA 313r | msA 314r |
Iliad text (25 lines)
Iliad 24.130: οὔτ’ εὐνῆς: ἀγαθὸν δὲ γυναικί περ ἐν φιλότητι
Commented on by msA 24.X8
Iliad 24.131: μίσγεσθ’, οὐ γάρ μοι δηρὸν βέῃ. ἀλλά τοι. ἤδη
Iliad 24.132: ἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιή:
Iliad 24.133: ἀλλ’ ἐμέθεν ξύνες ὦκα. Διὸς δέ τοι ἄγγε̂λος εἰμιν
Iliad 24.134: σκύζεσθαί σοι φησὶ θεούς. ἑὲ δ’ ἔξοχα πάντων
Commented on by msA 24.X9, msAim 24.X2
Iliad 24.135: ἀθανάτων κεχολῶσθαι. ὅτι φρεσὶ μαινομένῃσιν
Iliad 24.136: Ἕκτορ ‘ ἔχεις παρα νηυσὶ κορωνίσιν. οὐδ’ ἀπέλυσας:
Iliad 24.137: ἂλλ’ ἄγε δη λῦσον: νεκροῖο δὲ δέξαι ἄποινα:
Iliad 24.138: τὴν δ’ ἀπαμειβόμενος. προσέφη πόδας ὠκὺς Ἀχιλλε` :
Iliad 24.139: τῇδ’ εἴη. ὃς ἄποινα φέροι. καὶ νεκρὸν ἄγοιτο:
Commented on by msAim 24.X3
Iliad 24.140: εἰ δὴ πρόφρονι θυμῷ Ὀλύμπιος αὐτὸς ἀνώγει:
Iliad 24.141: ὡς οἵ γ’ ἐν νηῶν ἀγύρει. μήτηρ τὲ καὶ υἱὸς.
Commented on by msAint 24.X3
Iliad 24.142: πολλὰ πρὸς ἀλλήλους ἔπεα πτερόεντ’ ἀγόρευον:
Iliad 24.143: Ι̂̈ριν δ’ ὤτρυνε Κρονίδης εἰς Ί̈λιον ἱ̈ρήν.
Commented on by msAint 24.X4
Iliad 24.144: βάσκ’ ΐθι Ι̂̈ρι ταχεῖα: λιποῦσ’ έδος Ὀλύμποιο .
Commented on by msAim 24.X4
Iliad 24.145: ἄγγειλον Πριάμῳ μεγαλήτορι Ἴ̈λιον εἴσω.
Commented on by msA 24.X10
Iliad 24.146: λύσασθαι φίλον υἱὸν. ἰ̈όντ’ ἐπι νῆας Ἀχαιῶν :
Iliad 24.147: δῶρα δ’ Ἀχιλλῆϊ φερέμεν. τά κε θυμὸν ϊήνῃ:
Iliad 24.148: οἶον : μὴ δέ τις ἄλλος ἅμα Τρώων ἴ̈τω ἀνήρ:
Commented on by msAim 24.X5
Iliad 24.149: κῆρυξ τίς, οἱ, ἕποιτο γεραίτερος. ὅς κ’ ἰ̈θύνοι
Iliad 24.150: ἡμιόνους καὶ ἄμαξαν ἐΰτροχον, ἡ δὲ καὶ αὖτις
Commented on by msAext 24.X1, msAext 24.X2
Iliad 24.151: νεκρὸν ἄγοι προτι ἄστυ, τὸν ἔκτανε δῖος Ἀχιλλεύς :
Commented on by msA 24.X11
Iliad 24.152: μη δέ τι, οἱ, θάνατος μελέτω φρεσὶ, μὴ δέ τι τάρβος:
Iliad 24.153: τοῖον γὰρ οἱ, πομπὸν ὀπάσσομεν ἀργειφόντην.
Iliad 24.154: ὃς ἄξει. είως κεν ἄγων, Ἀχιλῆϊ πελάσσῃ:
Other texts (4 passages)
Scholia group: msA
msA 24.X8: οὐτ’ εὐνῆς: ἀγαθόν δὲ ἀθετοῦνται στιχ γ ὅτι ἀπρεπὲς μρα υἱῷ λέγειν: ἀγαθόν ἐστι γυναικὶ μίσγεσθαι ἔτι δὲ καὶ ἁπάντων ἀσυμφορώτατόν ἐστι καὶ μάλιστα τοῖς εἰς πόλεμον ἐξιοῦσι χρεία γὰρ εὐτονίας καὶ πνς καὶ τὸ λέγειν ὅτι ἀθανατός σου ἐγγυς ἐστιν ἄκαιρον: διεσκεύακε δέ τις αὐτούς, οἰηθεὶς ἀποκρέμασθαι. οὐδέ τι σίτου : πλῆρες δὲ ἐστι: σὴν έδεαι κραδίην οὐδε τὸ τυχὸν σίτου μεμνημένος⁑
Comments on 24.130
msA 24.X9: σκυζεσθαί σοι φησὶ θεοὺς ουτ εῖπεν ἀντι τοῦ ἑαυτόν ἑὲ . ἡ διπλῆ, Καλλίστρατος οὖν καὶ Ἀρίσταρχ δασύνουσι τὸ πρῶτον ε τῆς ἀντωνυμίας τῷ δε τόνῳ ὡς ἐμέ ⁑
Comments on 24.134
msA 24.X10: ἄγγειλον Πριάμῳ ὅτι τοπικῶς ἀντι τῆς προθέσεως θέλει γὰρ εἰπεῖν εἰς Ἴλιον ⁑
Comments on 24.145
msA 24.X11: νεκρὸν ἄγοι προτι άστυ: ὅτι ουτ εἴρηκε νεκρὸν ὃν ἔκτανε ἀντι τοῦ ὃν κτείνας νεκρὸν ἐποίησεν ὡς ἐπι τοῦ ἕλκος ἀναψύχοντα τό μιν βάλε Πάνδαρος ἰῷ ⁑
Comments on 24.151
previous | next |
---|---|
msA 313r | msA 314r |