Venetus A (Marciana 454 = 822), folio 314, recto
previous | next |
---|---|
msA 313v | msA 314v |
Iliad text (25 lines)
Iliad 24.155: αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην Ἀχιλῆος .
Iliad 24.156: οὔτ’ αὐτὸς κτενέει. ἀπό τ’ ἄλλους πάντας ἐρύξει:
Iliad 24.157: οὔτε γάρ ἐστ’ ἄφρων, οὔτ’ ἄσκοπος, οὔτ’ ἀλιτήμων:
Iliad 24.158: ἀλλὰ μάλ’ ἐνδυκέως ἱ̈κέτεω πεφιδήσεται ἀνδρός:
Iliad 24.159: ὣς ἔφατ’, ὦρτο δὲ Ϊ̂ρις ἀελλόπος ἀγγελέουσα:
Iliad 24.160: ΐξεν δ’ ἐς Πριάμοιο , κίχεν δ’ ἐνοπήν τε γόον τε:
Iliad 24.161: παῖδες μὲν πατέρ’ ἀμφι καθήμενοι ἔνδοθεν αὐλῆς
Iliad 24.162: δάκρυσιν εἵματ’ ἔφυρον: ὃ δ’ ἐν μέσσοισι γεραιὸς
Iliad 24.163: ἐντυπά̆ς ἐν χλαίνῃ κεκαλυμμένος: ἀμφι δὲ πολλὴ
Iliad 24.164: κόπρος ἔην κεφαλῇ τε καὶ αὐχένι τοῖο γέροντος,
Commented on by msA 24.3
Iliad 24.165: τήν ῥα κυλινδόμενος καταμήσατο χερσὶν ἑῇσι:
Commented on by msAim 24.X1, msAim 24.1
Iliad 24.166: θυγατέρες δ’ ἀνὰ δώματ’ ἰ̈δὲ, νυοὶ ὠδύροντο
Iliad 24.167: τῶν μιμνησκόμεναι. οἳ δὴ πολέες τε καὶ ἐσθλοὶ
Iliad 24.168: χερσὶν ὑπ Αργείων κέατο ψυχὰς ὀλέσαντες:
Iliad 24.169: στῆ δὲ παρα Πρίαμον Διὸς ἄγγελος, ἠδὲ προσηύδᾱ
Iliad 24.170: τυτθὸν φθεγξαμένη: τὸν δὲ τρόμος ἔλλαβε γυῖα:
Iliad 24.171: θάρσει Δαρδανίδη Πρίαμε φρεσὶ. μὴ δέ τι τάρβει:
Iliad 24.172: οὐ μὲν γάρ τοι ἐγὼ κακὸν ὀσσομένη, τόδ’ ϊκάνω:
Commented on by msA 24.4
Iliad 24.173: ἂλλ’ ἀγαθὰ φρονέουσα: Διὸς δέ τοι ἄγγελός εἰμι:
Iliad 24.174: ὃς σεῦ ἄνευθεν, ἐὼν, μέγα κήδεται. ἠδ’ ἐλεαίρει:
Commented on by msA 24.5
Iliad 24.175: λύσασθαί σε κέλευσεν Ὀλύμπιος Ἕκτορα δῖον:
Commented on by msAext 24.1
Iliad 24.176: δῶρα δ’ Ἀχιλλῆϊ φερέμεν, τά κε θυμὸν ἰ̈ήνῃ:
Iliad 24.177: οἶον μη δέ τις ἄλλος ἅμα Τρώων ΐτω ἀνὴρ
Iliad 24.178: κῆρύξ τίς τοι ἕποιτο γεραίτερος, ὅς κ’ ϊθύνοι
Iliad 24.179: ἡμιόνους καὶ ἄμαξαν ἐΰτροχον, ἥ δὲ καὶ αὖτις
Other texts (8 passages)
Scholia group: msAext
msAext 24.1: ἐκελευσεν
Comments on 24.175
Scholia group: msAil
msAil 24.1: κατεχέατο
Comments on 24.165@κατεμήσατο
Scholia group: msAim
msAim 24.1: γράφεται φίλῃσι ⁑
Comments on 24.165
Scholia group: msA
msA 24.1: ἐντυπὰς ἐν χλαίνῃ: ὅτι ἐν ἴσω τῷ ἐντυπωδίῳ ὥστε δια τοῦ ϊματίου τοῦ σώματος τὸν τυπ φαίνεσθαι ⁑
Comments on 24.163
msA 24.2: ἐντυπὰς ἐν χλαίνῃ: οὕτω φησὶν αὐτὸν κεκαλῦφθαι τῇ χλανιδ ἐντετυπωμένιοις τοῖς ϊματίοις ὅλον τὸ σῶμα ὥστε μόνον τῶν μελων τύπων φαίνεσθαι⁑
Comments on 24.163
msA 24.3: κόπρος ἔην κεφαλῇ τε: ὅτι τὸ τοῖου οὐκ έστιν ἀγαθοῦ ὡς οἱ Γλωσσογράφοι ἀλλα θαυμαστικῶς τοιούτου καὶ ὅτι κόπρος τὰ κόπρια ⁑
Comments on 24.164
msA 24.4: οὐ μὲν γάρ τοι ἐγὼ ὅτι ἀπο τῶν ὄσσων προορωμένη καὶ τὸ τόδε τοπικῶς ἀντι τοῦ ενταυθ ⁑
Comments on 24.172
msA 24.5: ὃς σεῦ ἄνευθεν εῶν ὅτι ἐνταυθ ὑγιῶς λέγεται ἐκεῖ δὲ κακῶς υπ τοῦ Ονείρου προ τὸν Ἀγάμε ⁑
Comments on 24.174
previous | next |
---|---|
msA 313v | msA 314v |