Venetus A (Marciana 454 = 822), folio 315, recto

previousnext
msA 314vmsA 315v

Iliad text (25 lines)


Iliad 24.205: υἱέας ἐξενάριξε. σιδήρειόν νύ τοι ῆτορ:

Commented on by msA 24.8


Iliad 24.206: εἰ γάρ σ’ αἱρήσει καὶ ἐσόψεται ὀφθαλμοῖσιν.

Commented on by msA 24.9


Iliad 24.207: ὠμηστὴς καὶ ἄπιστος ἀνὴρ ὅ δε οὔ σ’ ἐλεήσει.


Iliad 24.208: οὐδέ τι σ’ αἰδέσεται: νῦν δε κλαίωμεν ἄνευθεν

Commented on by msA 24.10


Iliad 24.209: ἥμενοι ἐν μεγάρῳ: τῷ δ’ ὥς ποθι Μοῖρα κραταιὴ


Iliad 24.210: γεινομένῳ ἐπένησε λίνῳ, ὅτε μιν τέκον αὐτὴ,

Commented on by msA 24.11


Iliad 24.211: ἀργίποδας κύνας ᾶσαι ἑῶν ἀπάνευθε τοκήων


Iliad 24.212: ἀνδρὶ παρα κρατερῷ, τοῦ ἐγὼ μέσον ἧπαρ ἔχοιμι

Commented on by msAim 24.7


Iliad 24.213: ἐσθέμεναι προσφῦσα, τότ’ ἄντιτα ἔργα γένοιτο

Commented on by msA 24.12


Iliad 24.214: παιδὸς ἐμοῦ. ἐπεὶ οὔ, ἑ, κακιζόμενόν γε κατέκτα,

Commented on by msA 24.13


Iliad 24.215: ἀλλὰ πρὸ Τρώων καὶ Τρωϊάδων βαθυκόλπων

Commented on by msA 24.14


Iliad 24.216: ἑσταότ’. οὔτε φόβου μεμνημένον. οὔτ’ ἀλεωρῆς:


Iliad 24.217: τὴν δ’ αῦτε προσέειπε γέρων Πρίαμος θεοειδής:


Iliad 24.218: μή μ’ ἐθέλοντ’ ϊέναι κατερύκανε. μη δέ μοι αὐτὴ


Iliad 24.219: ὄρνις ἐνι μεγάροισι κακὸς πέλευ. οὐδέ με πείσεις:


Iliad 24.220: εἰ μὲν γάρ τις μ’ ἀλλος ἐπιχθονίων ἐκέλευεν,


Iliad 24.221: ἢ. οἳ, μάντιές εἰσὶ θυοσκόοι. ἠ ἱερῆες:

Commented on by msA 24.15


Iliad 24.222: ψεῦδός κεν φαῖμεν. καὶ νοσφιζοίμεθα μᾶλλον:

Commented on by msA 24.16


Iliad 24.223: νῦν δ̀’, αὐτὸς γὰρ ἄκουσα θεοῦ. καὶ ἐσέδρακον ἄντην.

Commented on by msAext 24.3


Iliad 24.224: εῖμι. καὶ οὐχ ἅλιον ἔπος ἔσσεται: εἰ δέ μοι αῖσα


Iliad 24.225: τεθνάμεναι παρὰ νηυσὶν Ἀχαιῶν χαλκοχιτώνων.


Iliad 24.226: βούλομαι: αὐτίκα γάρ με κατακτείνειεν Ἀχιλλε`


Iliad 24.227: ἀγκὰ̆ς ἑλόντ’ ἐμὸν υἱὸν. ἐπὴν γόου ἐξ ἔρον, εἵην:


Iliad 24.228: ῆ καὶ φωριαμῶν ἐπιθήματα κὰλ’ ἀνέῳγεν:

Commented on by msA 24.19


Iliad 24.229: ἔνθεν δώδεκα μὲν περικαλλέας ἔξελε πέπλους.

Commented on by msA 24.20


Other texts (19 passages)


Scholia group: msAext

msAext 24.3: ἔδρακον

Comments on 24.223


Scholia group: msAil

msAil 24.5: αντ τοῦ οὕτως

Comments on 24.209@ὥς ποθι


msAil 24.6: ουτ χωρὶς τοῦ ς

Comments on 24.215@πρὸ Τρώων


msAil 24.7: αποφυγῆς

Comments on 24.216@ἀλεωρῆς


Scholia group: msAim

msAim 24.7: κατέχοιμι εἰς τ ἐσθίειν ⁑

Comments on 24.212


Scholia group: msA

msA 24.8: υἱέας ἐξενάριξε: ὅτι ὑποτάσσουσι στίχον ὡς ἐλλείποντος τοῦ λόγου. ἀθάνατοι ποίησαν Ὀλύμπια δώματ’ ἔχοντες . πλείων δε ἐστιν ἔμφασις μὴ προσκειμένου αὐτοῦ ⁑

Comments on 24.205


msA 24.9: εἰ γάρ σ’ αἱρήσει τὸ ἑξῆς ἐστιν εἰ γάρ σ’ αἰρήσει οὒ σ ἐλεήσει τὰ δὲ ἄλλα δια μέσου ⁑

Comments on 24.206


msA 24.10: οὐδέ τις αἰδέσεται ὅτι ἀντι τοῦ προσδέξεται ὡς ϊκέτην μή μιν ἐγὼ μὲν ΐκωμαι ἰων οὺς ἔτι μ’ Ἀχιλλευς ⁑

Comments on 24.208


msA 24.11: γεινομένω ἐπένησε λίνῳ: ὅτι ἐνταῦθα καλῶς κεῖται επι δε Αχι ἐν τῇ Υ οὐκέτι ⁑

Comments on 24.210


msA 24.12: τότ’ ἄντιτα: Ἀπολλοδωρὸς καὶ Καλλίστρατος τιτά ὥστε τρία εῖναι ἐπίρρημα τὸ τότε καὶ σύνδεσμον τὸν ἄν καὶ ὄνομα τὸ τίτα : ὁ δε Ἀσκαλωνίτ ἄντιτὰ παραλαμβάνει μεταλαμβάνων εἰς τὸ ἀντέκτιτα : ουτ καὶ οἱ πλείους ὁμοίως τῲ ἄτιτα ἔχεται μὲν οὖν ἡ κατα σύνθεσιν ἀνάγνωσις ἐμφάσεως. καὶ μᾶλλον τοῦ νοητοῦ: μελλήσει δὲ λείπειν τὸ ἄν ἐν τῇ συντάξει επιζητοῦντ τοῦ γένοιτο : εὐκτικοῦ τὸ τοιοῦτο παραφυλακτέον δὲ ὅτι καὶ συλλα λείπει ἡ τι τοῦ ἐντελους ὄντος ἀντίτητα ⁑ .

Comments on 24.213


msA 24.13: ἐπεὶ οὒ ὲ οὕτως ἐπεὶ οὔ ἑ ἐπεὶ ουκ αυτόν αἱ δε κοιναὶ ἐπεὶ ού τι ⁑

Comments on 24.214


msA 24.14: ἄλλα προ τρώων : πρὸς τοὺς γράφοντας ἔσπετε νῦν μοι Μοῦσαι Ὀλυμπιάδες βαθύκολποι ὅτι ἐπι βαρβαρων τὸ ἐπίθετον τίθησιν ⁑

Comments on 24.215


msA 24.15: ἢ οἳ μάντιές εἰσὶ θυοσκόοι: καὶ ἐνταῦθ ἀξιοῦσι τινὲς διαστέλλειν μετα τὸ εἰσὶ ὡς καὶ ἐν τη Α ῥαψῳδίᾳ τὸ γένος φησὶ προειπὼν ἐπιφέρει τὸ εῖδος: ἀλλ’ άγε δή τινα μάντιν ἐρείομεν δοκεῖ δέ μοι ἐνθάδε μὴ ἐπείγειν ἐπεὶ ἐνδεχεται τὸ δευτερον τοῦ πρώτου ἐπίθετον εῖναι, μάντεις θῦται καὶ ἄλλως τῶν ἱερέων ἕτεροι νοοῦνται θυοσκόοι μὲν οἱ δια τῶν επιθυομένων μαντευόμενοι οἱ ἐμπυροσκόπ καλοῦσι δὲ αὐτοὺς: λιβανομάντης ἱερεῖς δὲ οἱ δια τῶν σπλαγχνῶν μαντευόμενοι: τὰ μὲν γαρ θυμιάματα θύη καλεῖται: τὰ δὲ σπλάγχνα ἱερά κοινὸν δέ ἐστι τὸ μάντις ⁑

Comments on 24.221


msA 24.16: ψεῦδός κεν φαῖμεν: ὅτι ἐνταῦθα ἁρμὸζόντως λέγεται ὁ στίχος ὑπο δὲ Νέστορος ἐν τῇ Β οὐκέτι ⁑

Comments on 24.222


msA 24.17: νῦν δ’ αὐτὸς γὰρ: βραχὺ διασταλτ μετα τὸν δέ τὸ γαρ ἑξῆς νῦν δέ εἰμι ⁑

Comments on 24.223-24.224


msA 24.18: εἰ δέ μοι αῖσα ⁑ ἡ ὑποστιγμὴ ἀμφίβολος ἤτοι γὰρ μετα τὸ αῖσα ἵνα λειπ τὸ ἐστιν ἠ μετα τὸ χαλκοχιτώνων ἵνα κοινῇ τὸ τεθνάμεναι καὶ κατ τῶν ἑξῆς ⁑

Comments on 24.224-24.225


msA 24.19: ῆ καὶ φωριαμῶν: Ἀρίσταρχ ὡς κιβωτῶν καὶ ἔχομεν τῶν δια τοῦ αμος παρηγμένων ο̂νομάτων κανόνας τοὶουσδε : πρῶτον μὲν ὡς τὰ τριβράχεα μὴ ὄντα ἐπιθετικὰ βαρύνεσθαι θέλει κάλαμος Πρίαμος . τὸ ποταμός ἐγένετο παρα τὸ ποτασμός καθ ὑφαίρεσιν τοῦ ς : τὸ δὲ ϊταμός ἐπιθετικόν ἐστι. δεύτερον δὲ, ὡς τὰ ἔχοντα τὴν ἄρχουσαν μακράν εἰ μὲν θέσει ᾒ βαρύνεται: ὄρχαμος . Τύρταμος : Πέργαμος : εἰ δε φύσει κύρια ὄντα βαρύνεται πάλιν ὡς ἔχει τὸ Πύραμος Τεύταμος οὐχ οὕτως δὲ ἔχοντα ὀξύνεται. ὡς ἔχει τὸ οῦλαμός χηραμός τούτῳ οὖν τῷ λόγῳ εἴτε παρα τὸ τοὺς φῶρας ἀπείργειν. ἢ ἀπο τοῦ τὰ φάρη φυλάσσειν ἡ προκειμένη λέξις παρῆκται ἔσται κατ οξεῖαν τάσιν φωραμὸς και πλε τοῦ ϊ φωριαμός ἡ διπλῆ δὲ ὅτι ἐπιθήματα τῶν κιβωτίων τὰ πώματα. καταχρηστικῶς δὲ πίθων καὶ τῶν ὁμοίων ⁑

Comments on 24.228


msA 24.20: ἔνθεν ΙΒ μὲν. ὅτι διεσταλκε τόν πεπλόν ἀπο τῶν χλαινῶν καὶ τὰ φάρη ὡς διαπρέποντα τὸν πέπλον οὕτως προσηγόρευσεν ⁑

Comments on 24.229


msA 24.21: πέπλος: φᾶρος: χιτών: χλαῖνα. διαφε : πέπλοι γάρ ἃς περ ἐνῶντο μόναι γυναῖκες οἳ καὶ ἑανοὶ καλοῦνται: χιτὼν δε ἀνδρεῖον ενδυμα φαρος ϊμάτιον: χλαῖνα τὸ περίβλημα ⁑

Comments on 24.229-24.231


previousnext
msA 314vmsA 315v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1