Venetus A (Marciana 454 = 822), folio 315, verso
previous | next |
---|---|
msA 315r | msA 316r |
Iliad text (25 lines)
Iliad 24.230: δώδεκα δ’ ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας.
Iliad 24.231: τόσσα δὲ φάρεα λευκά: τόσους δ’ ἐπι τοῖσι χιτῶνας:
Iliad 24.232: χρυσοῦ δὲ στήσας ἔφερεν δέκα πάντα τάλαντα:
Commented on by msAim 24.8
Iliad 24.233: ἐκ δὲ δύ’ αἴθωνας τρίποδας. πίσυρας δὲ λέβητας:
Iliad 24.234: ἐκ δὲ δέπας περικαλλὲς. ὅ, οἱ, Θρῇκες πόρον ἄνδρες
Iliad 24.235: ἐξ ἑσίην ἐλθόντι, μέγα κτέρας: οὐδέ νυ τοῦ περ
Commented on by msA 24.23, msAext 24.4
Iliad 24.236: φείσατ’ ἐνι μεγάροις ὃ γέρων: περὶ δ’ ήθελε θυμῷ
Iliad 24.237: λύσασθαι φίλον υἱόν: ὃ δὲ Τρῶας μὲν ἅπαντας
Iliad 24.238: αἰθούσης ἀπέεργεν. ἔπεσσ’ αἰσχροῖσιν ἐνίσσων:
Iliad 24.239: ἔρρετε λωβητῆρες, ἐλεγχέες. οὔ νυ καὶ ὑμῖν
Iliad 24.240: οἴκοι ἔνεστι γόος, ὅτι μ’ ἤλθετε κηδήσοντες:
Iliad 24.241: ἦ οὔνεσθ’, ὅτι μοι Κρονίδης Ζεὺς ἄλγε’ ἔδωκε .
Commented on by msA 24.24, msA 24.25, msAext 24.5, msAim 24.9
Iliad 24.242: παῖδ’ ὀλέσαι τὸν ἄριστον: ἀτὰρ γνώσεσθε καὶ ὔμμες.
Iliad 24.243: ῥηΐτεροι γὰρ μᾶλλον Ἀχαιοῖσιν . δὴ, ἔσεσθε
Iliad 24.244: κείνου τεθνηῶτος ἐναιρέμεν: αὐτὰρ ἔγωγε
Iliad 24.245: πρὶν ἀλαπαζομένην τε πόλιν κεραϊζομένην τε
Iliad 24.246: ὀφθαλμοῖσιν ἰ̈δεῖν: βαίην δόμον Ἄϊδος εἴσω:
Commented on by msAim 24.10
Iliad 24.247: ῆ καὶ σκηπανίῳ δίεπ’ ἀνέρας. οἱ δ’ ΐσαν ἔξω
Iliad 24.248: σπερχομένοιο γέροντος: ὃ δ’ υἱάσιν οἷσιν ὁμόκλα:
Iliad 24.249: νεικείων Ἕλενόν τε, Πάριν τ’. Ἀγάθωνά τε δῖον:
Iliad 24.250: Πάμμονά τ’. Ἀντιφονόν τε: βοὴν ἀγαθόν τε Πολίτην :
Iliad 24.251: Δηΐφοβόν τε. καὶ Ἱ̈ππόθοον : καὶ δῖον Ἀγαυόν :
Iliad 24.252: ἐννέα τοῖς ὃ γεραιὸς ὁμοκλήσας ἐκέλευε:
Iliad 24.253: σπεύσατέ μοι κακὰ τέκνα. κατηφόνες: αἴθ’ ἅμα πάντες
Commented on by msA 24.30
Iliad 24.254: Ἕκτορος ὠφέλετ’ ἀντὶ. θοῇς ἐπὶ νηυσὶ πεφάσθαι:
Other texts (15 passages)
Scholia group: msAext
msAext 24.4: ἐξἑσίην: δημοσίαν ἔκπεμψιν: δασυνεται δὲ ἡ β συλλα παρά τὸν ἥσω μελλοντα
Comments on 24.235
msAext 24.5: ὅνησιν ἔχετε
Comments on 24.241
Scholia group: msAil
msAil 24.8: τα περι βλήματ τῆς κλίνης
Comments on 24.230@χλαίνας
Scholia group: msAim
msAim 24.8: οτ παρέλκει τὰ πατν ⁑
Comments on 24.232
msAim 24.9: Ἀρισταρχ ἢ ὀνόσασθ’
Comments on 24.241
msAim 24.10: βρἀχὺ διασταλτέον μετα τὸ ϊδεῖν προς τὸ σαφέστερον⁑
Comments on 24.246
Scholia group: msA
msA 24.22: πέπλος: ὅν περονῶνται γυναῖκες: ὃς καὶ εανὸς καλεῖται: χιτών ἀνδρεῖον ἔνδυμα φᾶρος ϊματιον ἀνδρῶν και γυναικῶν: χλαίνη τὸ περίβλημα τῆς κλίνης:
Comments on 24.229-24.231
msA 24.23: ἐξεσίην ἐλθόντ Ἀρίσταρχ δασύνει τὴν δευτέραν συλλαβήν παρα γὰρ τὸ ΐημι φησὶν ἐγένετο: ἐπιφέρει γοῦν προ γὰρ ῆκε πηρ ἄλλοι τε γέροντες . παρὰ δὲ τὸν ἥσω μέλλοντα, ἡ εσία ἐγένετο: καὶ ἡ εξεσίᾳ ὡς καὶ παρὰ τὸν θήσω θεσία πῇ δῇ συνθεσίαι τε: τὸ αὐτὸ και επι τοῦ τῶν ἕνεκ’ ἐξεσίην ουτ δὲ καὶ Νικίας : Νεοπτόλεμος δὲ ὁ Παριανός λέγων παρὰ τὸ ἐξιέναι πεποιῆσθαι τὴν λέξιν οἶον τὴν ἔκπεμψιν ἀξιοῖ ψιλοῦν: ἄμεινον δὲ τῷ Ἀριστάρχῳ πείθεσθαι: ἠπίστατο γaρ ὁ ποιητὴς καὶ τὸν ἥσω με δασυνόμενον ἥσω γὰρ καὶ ἐγώ : παρὰ δὲ τοὺς μελλοντας ὁριστικοὺς ἐγίνετο τὰ τοιαυτα ὀνόματα οὐ παρ ενεστῶτας ἀπαρεμφάτ ἐγκλίσεως θύσω γοῦν θυσία : ἄξω αξία δώσω δοσία : προδώσω προδοσία ουτ οὖν καὶ παρὰ τὸν ἥσω ἑσία καὶ ἐξεσια ⁑
Comments on 24.235
msA 24.24: ἢ οὔνεσθ’ οτι μοι: οἷον μικρὸν καὶ φαυλον οἴεσθε τὸ συμβεβηκός: ἡ διπλῆ δὲ ὅτι οὔνεσθε ἐκφαυλίζετε καὶ ουδενός ἅξιον ηγεῖσθαι ⁑
Comments on 24.241
msA 24.25: ἢ οὔνεσθ’ οὕτως αἱ Αρισταρχ ἦ ὀνόσασθ’ ἐμέμψασθε καὶ εξεφαυλίσαθε βούλεται δὲ λέγειν εμοὶ συλλυπησόμενοι καὶ οὐχι ἕκαστος ἱ̈διον κακὸν νομίζει τὴν Ἕκτορος ἀπώλειαν ⁑
Comments on 24.241
msA 24.26: ῆ καὶ σκιπανίῳ δίεπ’ δασέως δίεπ ’ παρὰ τὸ επω δάσυνόμενον οὕτως και Ἀρισταρχ καὶ οἱ πλείους οἶον δια τῶν ἀνδρῶν ἐπορευετο καὶ διί̀στα αὐτοὺς καὶ οὕτως εχει τὰ τῆς ἀναγνώσεως ⁑
Comments on 24.247
msA 24.27: τὸ δὲ έξω ἑκατέροις δύναται σὺντάττεσθαι βελτιον δὲ τοῖς ἄνω ⁑
Comments on 24.247
msA 24.28: Δηϊφοβόν τε καὶ Ἱππόθοον ὅτι ὁμώνυμος ὁ Ἱππόθοος τῷ Πελασγῶ Ἱππόθοος δ’ άγε φύλα Πελασγῶν : καὶ ὅτι ἄδηλον πότερόν εστι τὸ κυριον ὁ Δῖος καὶ ὁ Αγαυός ⁑
Comments on 24.251
msA 24.29: Αλεξάνδρου τοξευθέντος ὑπο Φιλοκτήτου Πρίαμος τὸν ῾Ελενης γάμον ἔπαθλον ἔθηκεν τῷ ἀριστεύσαντ κατὰ τὴν μάχηνην Διΐφοβος δὲ γενναίως ἀγωνισαμενος ἄγημεν αὐτήν. ἡ ϊστορία παρὰ Λυκόφρονι ⁑
Comments on 24.251
msA 24.30: κατηφόνες: ὡς Μακεδόνες : οὕτως Ἀρίσταρχ καὶ ἄμεινον θηλυκῇ γὰρ προσηγορίᾳ. ὀνειδίσαι τοὺς υἱοὺς ἠθέλησεν οιονεὶ κατήφειαι Κράτης μέντοι κατηφέες γράφει ⁑
Comments on 24.253
previous | next |
---|---|
msA 315r | msA 316r |