Venetus A (Marciana 454 = 822), folio 316, recto
previous | next |
---|---|
msA 315v | msA 316v |
Iliad text (25 lines)
Iliad 24.255: ὤιμοι ἐγὼ πανάποτμος: ἐπεὶ τέκον υἷας ἀρίστους
Iliad 24.256: Τροίῃ ἐν εὐρείῃ: τῶν δ’ οὔ τινα φημὶ λελεῖφθαι:
Iliad 24.257: Μήστορά τ’ ἀντίθεον: καὶ Τρωΐλον ἱππιοχάρμην:
Commented on by msA 24.31
Iliad 24.258: Ἕκτορα θ’. ὃς θεὸς ἔσκε μετ’ ἀνδράσιν: οὐδὲ ἐῴκει
Iliad 24.259: ἀνδρός γε θνητοῦ πάϊς ἔμμεναι. ἀλλὰ θεοῖο:
Iliad 24.260: τοὺς μὲν ἀπώλεσ’ Ἄρης . τὰ δ’ ἐλέγχεα πάντα λέλειπται:
Iliad 24.261: ψεῦσταί τ’, ὀρχησταί τε, χοροιτυπίῃσιν ἄριστοι:
Iliad 24.262: ἀρνῶν ἠδ’ ἐρίφων ἐπιδήμιοι ἁρπακτῆρες:
Iliad 24.263: οὐκ ἂν δή μοι ἄμαξαν ἐφοπλίσσαιτε τάχιστα.
Iliad 24.264: ταῦτά τε πάντ’ ἐπιθεῖτε. ἵνα πρήσσωμεν ὁδοῖο:
Commented on by msAim 24.11
Iliad 24.265: ὡς ἔφαθ’, οἱ δ’ ἄρα πατρὸς ὑποδδείσαντες ὁμοκλὴν.
Iliad 24.266: ἒκ μὲν ἄμαξαν ἄειραν. ἐΰτροχον. ἡμιονείην.
Iliad 24.267: καλὴν: πρωτοπαγέα. πείρινθα δὲ δῆσαν ἐπ’ αὐτῆς:
Iliad 24.268: καδ δ’ ἀπὸ πασσαλόφιν ζυγὸν ῄρεον ἡμιόνειον.
Iliad 24.269: πύξινον, ὀμφαλόεν εὖ, οἰήκεσσιν ἀρηρός:
Commented on by msA 24.32
Iliad 24.270: ἐκ δ’ ἔφερον ζυγόδεσμον ἅμα ζυγῷ ἐννεάπηχυ.
Iliad 24.271: καὶ τὸ μὲν εὖ κατέθηκαν ἐϋξέστω ἐπὶ ῥυμῷ:
Iliad 24.272: πέζῃ ἔπὶ πρώτῃ: ἐπι δὲ κρίκον. ἕστορι βάλλον:
Iliad 24.273: τρὶς δ’ ἑκάτερθεν ἔδησαν. ἐπ’ ὀμφαλὸν: αὐτὰρ ἔπειτα
Iliad 24.274: ἑξείης κατέδησαν. ὑπὸ γλωχῖνα δ’ ἔκαμψαν :
Iliad 24.275: ἐκ θαλάμου δὲ φέροντες. ἐϋξέστης ἐπ’ ἀπήνης
Commented on by msA 24.36
Iliad 24.276: νήεον Ἑκτορέης κεφαλῆς ἀπερείσι’ ἄποινα:
Iliad 24.277: ζεῦξαν δ’ ἡμιόνους. κρατερώνυχας. ἐντεσιεργοὺς.
Commented on by msA 24.37
Iliad 24.278: τούς ῥά́ ποτε Πριάμω Μυσοὶ δόσαν ἀγλαὰ δῶρα:
Iliad 24.279: ἵππους δὲ Πριάμῳ ὕπαγον ζυγὸν. οὓς ὁ γεραιὸς
Other texts (8 passages)
Scholia group: msAim
msAim 24.11: ὥς τε διακρινθειτε ⁑
Comments on 24.264
Scholia group: msA
msA 24.31: Μηστορά τ’ ἀντίθεον: ὅτι ἐκ τοῦ εἰρῆσθαι. ἱππιοχάρμην τὸν Τρωΐλον οἱ νεώτεροι ἐφ ἵππου διωκόμενον αὐτὸν ἐποίησαν: καὶ οἱ μὲν παῖδα αὐτὸν ὑποτίθενται Ὅμηρος δὲ δια τοῦ ἐπιθέτου τέλειον ἄνδρα ἐμφαίνει οὐ γὰρ ἄλλος ἱππόμαχος λέγεται ⁑
Comments on 24.257
msA 24.32: πύξινον ὀμφαλόεν: οὐκ ῆν παρα Ζηνοδότῳ οὗτος ὁ στίχος οὕτως δὲ εἴρηκε κρίκους τινάς, δι’ ῶν α διείρονται καὶ οἱ ἀκιζ
Comments on 24.269
msA 24.33: πέζῃ ἐπι πρώτῃ, ὅτι πρώτῃ ἀντὶ τοῦ ἄκρα ἄξαντ’ ἐν πρώτῳ ῥυμῷ ⁑
Comments on 24.272
msA 24.34: ἕστορι βάλλον. δασέως ἀπο τῆς ἕσεως τὸν γὰρ βαλλόμενον πάσσαλον ἐπ άκρου τοῦ ζυγοῦ νοητέον ⁑
Comments on 24.272
msA 24.35: ἕστορι βάλλον: τῷ πεπηγότι πασσάλῳ κατα τοῦ ῥυμοῦ καὶ τοῦ ζυγοῦ περ ὸν τὰ ζυγόδεσμα εἰλεῖται καὶ ὁ κρίκος ἔγκειται ⁑
Comments on 24.272
msA 24.36: ἐκ θαλάμου δὲ φέροντες: διασταλτέον μετα τὸ φέροντες προς τὸ σαφεστερον ⁑
Comments on 24.275
msA 24.37: ἐντεσιεργούς. τοὺς ὑποζυγίους καὶ μὴ ψιλῶς νωτοφόρους ἀλλα τήν τε ἄμαξαν καὶ τὴν πείρινθα ἕλκοντας ἅπερ καὶ έντεα φησίν ⁑
Comments on 24.277
previous | next |
---|---|
msA 315v | msA 316v |