Venetus A (Marciana 454 = 822), folio 316, verso
previous | next |
---|---|
msA 316r | msA 317r |
Iliad text (25 lines)
Iliad 24.280: αὐτὸς ἔχων ἀτίταλλεν ἐϋξέστῃ ἐπι φάτνῃ:
Iliad 24.281: τὼ μὲν ζευγνοίσθην ἐν δώμασιν ὑψηλοῖσι
Iliad 24.282: κῆρυξ καὶ Πρίαμος . πυκινὰ φρεσὶ μήδε’ ἔχοντες:
Iliad 24.283: ἀγχίμολον δέ σφ’ ἦλθ’ Ἑκάβη τετιηότι θυμῷ.
Iliad 24.284: οἶνον ἔχουσ’ ἐν χειρὶ μελίφρονα δεξιτερῆφι
Iliad 24.285: χρυσέῳ ἐν δέπαϊ. ὄφρα λείψαντε κιοίτην:
Iliad 24.286: στῆ δ’ ἵππων προπάροιθεν. ἔπος τ’ ἔφατ’, έκ τ’ ὀνόμαζε:
Iliad 24.287: τῆ, σπεῖσον Διῒ πατρὶ, καὶ εὔχεο οἴκαδ’ ἱ̈κέσθαι
Iliad 24.288: ὰψ’ ἐκ δυσμενέων ἀνδρῶν: ἐπεὶ ἂρ σέ γε θυμὸς
Iliad 24.289: ὀτρύνει ἐπὶ νῆας. ἐμεῖο μὲν οὐκ ἐθελούσης:
Iliad 24.290: ἂλλ’ εὔχεο σύ γ’ ἔπειτα κελαινεφέϊ Κρονίωνι
Iliad 24.291: Ἰδαίῳ: ὅς τε Τροίην κατα πᾶσαν ὁρᾶται:
Iliad 24.292: αἴτει δ’ οἰωνὸν ταχὺν ἄγγελον. ὅς τέ οἱ αὐτῷ
Commented on by msA 24.39, msA 24.40, msAim 24.12
Iliad 24.293: φίλτατος οἰωνῶν. καί, εὑ κράτος ἐστὶ μάλιστα:
Commented on by msAint 24.2, msA 24.41
Iliad 24.294: δεξιὸν. ὄφρά μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας:
Iliad 24.295: τῷ πίσυνος. ἐπὶ νῆας ΐῃς Δαναῶν ταχυπώλων:
Commented on by msAim 24.13
Iliad 24.296: εἰ δέ τοι οὐ δώσει ἑὸν ἄγγελον εὐρύοπα Ζεὺς .
Iliad 24.297: οὐκ ἂν ἔγωγέ σ’ ἔπειτα ἐποτρύνουσα κελοίμην
Iliad 24.298: νῆας ἐπ’ Ἀργείων ϊέναι. μάλα περ μεμαῶτα:
Iliad 24.299: τὴν δ’ ἀπαμειβόμενος προσέφη Πρίαμος θεοειδής:
Iliad 24.300: ὦ γύναι, οὐ μέν τοι τό δ’ ἐφιεμένῃ ἀπιθήσω.
Iliad 24.301: ἐσθλὸν γὰρ Διῒ χεῖρας ἀνασχέμεν. αἴ κ’ ἐλεήσῃ:
Iliad 24.302: ῆ ῥα: καὶ ἀμφίπολον ταμίην ὄτρυν’ ὁ γεραιὸς
Iliad 24.303: χερσὶν ὕδωρ ἐπιχεῦαι ἀκήρατον: ἡ δὲ παρέστη
Iliad 24.304: χέρνιβον ἀμφίπολος πρόχοόν θ’ ἅμα χερσὶν ἔχουσα:
Commented on by msA 24.42
Other texts (11 passages)
Scholia group: msAint
msAint 24.2: γράφεται μέγιστον
Comments on 24.293
Scholia group: msAil
msAil 24.9: τεὸν
Comments on 24.292@ταχὺν
msAil 24.10: εντελλομε
Comments on 24.300@ἐφιεμένῃ
msAil 24.11: καθαρόν
Comments on 24.303@ἀκήρατον
Scholia group: msAim
msAim 24.12: ἐν ἄλλῳ εὸν άγγε ⁑
Comments on 24.292
msAim 24.13: γράφεται χαίρων ἐνι θυμῷ ⁑
Comments on 24.295
Scholia group: msA
msA 24.38: κῆρυξ καὶ Πρίαμος : ὅτι εἰ μὴ προσέθηκε τὸν στίχον οἱ θέλοντες συγχεῖσθαι τὰ δυϊκὰ παρ’ Ὁμήρῳ Ἐρατοσθενης καὶ Κράτης ἔλεγον ἂν ἐπι τῶν ἐννέα Πριαμιδῶν τετάχθαι τὼ μὲν ζευγνύσθην ⁑
Comments on 24.281-24.282
msA 24.39: αἴτει δ’ οἰωνὸν ταχὺν: τὸ ἑξῆς αἴτει δ’ οἰωνὸν δεξιόν τὰ δὲ ἄλλα δια μέσου ⁑
Comments on 24.292
msA 24.40: ὅς τέ οἱ αὐτῷ: ἐγκλιτικῶς ἀναγινώσκουσι τὴν οι ἐπεὶ εἰς ἁπλῆν ἡ μετάληψίς ἐστι ὁμοίως τῷ ἀλλά οἱ αὐτῷ Ζεύς ⁑
Comments on 24.292
msA 24.41: φίλτατος οἰωνῶν: ὅτι Ζηνόδοτος γράφει καὶ οὗ ἔστι δὲ ἀντι τοῦ ἑαυτοῦ καὶ ἀδίαφορος ὁ λόγος. ⁑
Comments on 24.293
msA 24.42: χέρνιβον ἀμφίπολος: ἀθετεῖται ὅτι παρα τὸ σύνηθες αὐτῷ χέρνιβον τὸ ἀγγεῖον τὸ ὑποδεχόμενον τὸ ὕδωρ ὡς ἡμεῖς τοῦτο δὲ αὐτὸς εἴωθε καλλεῖν λέβητα : τὸ δε κατ τῶν χειρῶν διδόμενον ὕδωρ χέρνιβα : ἔνιοι δὲ διπλῇ σημειοῦνται ὡς ἅπαξ ἐνταῦθα εἰρημένῳ ⁑
Comments on 24.304
previous | next |
---|---|
msA 316r | msA 317r |