Venetus A (Marciana 454 = 822), folio 320, verso

previousnext
msA 320rmsA 321r

Iliad text (25 lines)


Iliad 24.480: ὡς δ’ ὅταν ἄνδρ’ ἄτη πυκινὴ λάβῃ: ὅς τ’ ἐνὶ πάτρῃ


Iliad 24.481: φῶτα κατακτείνας ἄλλων ἐξίκετο δῆμον


Iliad 24.482: ἀνδρὸς ἐς ἀφνειοῦ: θάμβος δ’ ἔχει εἰσορόωντας.


Iliad 24.483: ὣς Ἀχιλεὺς θάμβησεν ἰδὼν Πρίαμον θεοειδέα:


Iliad 24.484: θάμβησαν δὲ καὶ ἄλλοι: ἐς ἀλλήλους δὲ ἴδοντο:


Iliad 24.485: τὸν καὶ λισσόμενος Πρίαμος πρὸς μῦθον ἔειπε:


Iliad 24.486: μνῆσαι πατρὸς σεῖο θεοῖς ἐπιείκελ’ Ἀχιλλεῦ :


Iliad 24.487: τηλίκου. ὥς περ ἐγὼν ὀλοῷ ἐπὶ γήραος οὐδῷ


Iliad 24.488: καὶ μέν που κεῖνον περιναιέται ἀμφὶς ἐόντες


Iliad 24.489: τείρουσ’ οὐδὲ τις ἐστιν ἀρὴν καὶ λοιγὸν ἀμῦναι:


Iliad 24.490: ἀλλ’ ἤτοι κεῖνος γε σέθεν ζώοντος ἀκούων


Iliad 24.491: χαίρει τ’ ἐν θυμῷ ἐπί τ’ ἔλπεται ἤματα: πάντα


Iliad 24.492: ὄψεσθαι φίλον υἱὸν ἀπο Τροίηθεν μολόντα:


Iliad 24.493: αὐτὰρ ἐγὼ πανάποτμος ἐπεὶ τέκον υἷας ἀρίστους


Iliad 24.494: Τροίῃ ἐν εὐρείη: τῶν δ’ οὔ τινά φημὶ λελεῖφθαι:


Iliad 24.495: πεντήκοντά μοι ἦσαν ὅτ’ ἤλυθον υἷες Ἀχαιῶν


Iliad 24.496: ἐννεακαίδεκα μέν μοι ἰῆς ἐκ νηδύος ἦσαν:


Iliad 24.497: τοὺς δ’ ἄλλους μοι ἔτικτον ἐνὶ μεγάροισι γυναῖκες:


Iliad 24.498: τῶν μὲν πολλῶν θοῦρος Ἄρης ὑπὸ γούνατ’ ἔλυσεν:


Iliad 24.499: ὃς δέ μοι οἶος ἔην: εἴρυτο δὲ ἄστυ καὶ αὐτούς,


Iliad 24.500: τὸν σὺ πρώην κτεῖνας ἀμυνόμενον περὶ πάτρης


Iliad 24.501: Ἕκτορα : τοῦ νῦν εἵνεχ’ ἱκάνω νῆας Ἀχαιῶν


Iliad 24.502: λυσόμενος παρὰ σεῖο: φέρω δ’ ἀπερείσι’ ἄποινα:


Iliad 24.503: ἀλλ’ αἰδεῖο θεοὺς Ἀχιλεῦ : αὐτόν τ’ ἐλέησον


Iliad 24.504: μνησάμενος σοῦ πατρὸς: ἐγὼ δ’ ἐλεεινότερός περ:


previousnext
msA 320rmsA 321r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1