Venetus A (Marciana 454 = 822), folio 320, recto
previous | next |
---|---|
msA 319v | msA 320v |
Iliad text (25 lines)
Iliad 24.455: τρεῖς δ’ ἀναοίγεσκον μεγάλην κληῗδα θυράων
Iliad 24.456: τῶν ἄλλων: Ἀχιλεὺς δ’ ἐπιρρήσσεσκε καὶ οἷος:
Iliad 24.457: δή ῥα τόθ’ Ἑρμείας ἐριούνιος ᾦξε γέροντι
Iliad 24.458: ἐς δ’ ἄγαγε κλυτὰ δῶρα ποδώκεϊ Πηλείωνι :
Iliad 24.459: ἐξ ἵππων δ’ ἀπέβαινεν ἐπὶ χθονὶ φώνησέν τε:
Iliad 24.460: ὦ γέρον ἤτοι ἐγὼ θεὸς ἄμβροτος εἰλήλουθα:
Iliad 24.461: Ἑρμείας σοὶ γάρ με πατὴρ ἅμα πομπὸν ὄπασσεν.
Iliad 24.462: ἀλλ’ ἤτοι μὲν ἐγὼ πάλιν εἴσομαι οὐδ’ Ἀχιλῆος
Iliad 24.463: ὀφθαλμοὺς εἴσειμϊ: νεμεσητον δέ κεν εἴη:
Iliad 24.464: ἀθάνατον θεὸν ὧδε βροτοὺς ἀγαπαζέμεν ἄντην:
Iliad 24.465: τύνη δ’ εἰσελθὼν λάβε γούνατα Πηλείωνος
Iliad 24.466: καὶ μιν ὑπὲρ πατρὸς καὶ μητέρος ἠυκόμοιο
Iliad 24.467: λίσσεο καὶ τέκεος ἵνά οἱ σὺν θυμὸν ὀρίνης:
Iliad 24.468: ὣς ἄρα φωνήσας ἀπέβη πρὸς μακρὸν Ὄλυμπον
Iliad 24.469: Ἑρμείας : Πρίαμος δ’ ἐξ ἵππων ἄλτο χαμάζε.
Iliad 24.470: Ἰδαῖον δὲ κατ’ αὐθι λίπεν: ὁ δὲ μίμνεν ἐρύκων
Iliad 24.471: ἵππους ἡμιόνους τε: γέρων δ’ ἰθὺς κίεν οἴκου:
Iliad 24.472: τῇ ῥ’ Ἀχιλεὺς ἵζεσκε Διὶ φίλος: ἐν δέ μιν αὐτὸν
Iliad 24.473: εὗρ’ ἕταροι δ’ απάνευθεν καθήατο: τὼ δὲ δύ’ οἴω
Iliad 24.474: ἥρως Αὐτομέδων τε καὶ Ἄλκϊμος ὄζος Ἄρηος
Iliad 24.475: ποίπνυον παρεόντε: νέον δ’ ἀπέληγεν ἐδωδῆς:
Iliad 24.476: ἔσθων καὶ πίνων ἔτι καὶ παρέκειτο τράπεζα:
Iliad 24.477: τοὺς δ’ ἔλαθ’ εἰσελθὼν Πρίαμος μέγας ἄγχι δ’ ἄρα στάς
Iliad 24.478: χερσὶν Ἀχιλλῆος λάβε γούνατα καὶ κύσε χεῖρας
Iliad 24.479: δεινὰς ἀνδροφόνους, αἵ οἵ πολέας κτάνον υἷας.
previous | next |
---|---|
msA 319v | msA 320v |