Venetus A (Marciana 454 = 822), folio 319, verso
previous | next |
---|---|
msA 319r | msA 320r |
Iliad text (25 lines)
Iliad 24.430: αὐτόν τε ῥῦσαι πέμψον δέ με σύν γε θεοῖσιν
Iliad 24.431: ὄφρα κεν ἐς κλισίην Πηληιάδεω ἀφίκωμαι:
Iliad 24.432: τόν δ’ αὖτε προσέειπε διακτορος ἀργειφόντης:
Iliad 24.433: πειρᾷ ἐμεῖο γεραιὲ νεωτέρου. οὐδέ με πείσεις
Iliad 24.434: ὅς με κέλῃ σεῖο δῶρα πάρεξ Ἀχιλῆα δέχεσθαι:
Iliad 24.435: τὸν μὲν ἐγὼ δείδοικα καὶ αἰδέομαι πέρι κῆρι:
Iliad 24.436: σϋλεύειν μή τι μοι κακὸν μετόπισθε γένηται
Iliad 24.437: σοὶ δ’ ἂν ἐγὼ πομπὸς καί κε κλυτὸν Ἄργος ἱκοίμην:
Iliad 24.438: ἐνδυκέως ἐν νηὶ θοῇ ἢ πεζὸς ὁμαρτέων:
Iliad 24.439: οὐκ ἄν τις τοι πομπὸν ὀνοσσάμενος μαχέσαιτο
Iliad 24.440: ἦ καὶ ἁναΐξας ἐριούνιος ἅρμα καὶ ἵππους
Iliad 24.441: καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσὶν
Iliad 24.442: ἐν δ’ ἔπνευσ’ ἵπποισι καὶ ἡμιόνοις μένος ἠύ:
Iliad 24.443: ἀλλ’ ὅτε δὴ πύργους τε νεῶν καὶ τάφρον. ἵκοντο
Iliad 24.444: οἱ δὲ, νέον περὶ δόρπα φυλακτῆρες πονέοντο
Iliad 24.445: τοῖσι δ’ ἐφ’ ὕπνον ὄρουσε διάκτορος ἀργειφόντης
Iliad 24.446: πᾶσιν: ἄφαρ δ’ ὤιξε πύλας καὶ ἀπῶσεν ὀχῆας:
Iliad 24.447: ἐς δ’ ἄγαγε Πρίαμόν τε καὶ ἀγλαὰ δῶρ’ ἀπ’ ἀπήνης.
Iliad 24.448: ἀλλ’ ὅτε δὴ κλισίην Πηληιάδεω ἀφίκοντο
Iliad 24.449: ὑψηλήν τὴν Μυρμιδόνες ποίησαν ἄνακτι
Iliad 24.450: δοῦρ’ ἐλάτης κέρσαντες ἀτὰρ καθύπερθεν ἔρεψαν:
Iliad 24.451: λαχνήεντ’ ὄροφον λειμωνόθεν ἀμήσαντες
Iliad 24.452: ἀμφὶ δέ οἱ μεγάλην αὐλὴν ποίησαν ἄνακτι
Iliad 24.453: σταυροῖσιν πυκινοῖσι θύρην δ’ ἐῖχε μοῦνος ἐπιβλὴς
Iliad 24.454: εἰλάτινος: τὸν τρεῖς μὲν ἐπιρρήσεσκον Ἀχαιοί
previous | next |
---|---|
msA 319r | msA 320r |