Venetus A (Marciana 454 = 822), folio 319, recto
previous | next |
---|---|
msA 318v | msA 319v |
Iliad text (25 lines)
Iliad 24.405: τὸν δ’ ἠμείβετ’ ἔπειτα γέρων Πρίαμος θεοειδής:
Iliad 24.406: εἰ μὲν δὴ θεράπων Πηληιάδεω Ἀχιλῆος
Iliad 24.407: εἶς, ἄγε δή μοι πᾶσαν ἀληθείην κατάλεξον:
Iliad 24.408: εἰ ἔτι πὰρ νήεσσιν ἐμὸς πάϊς: ἠέ μιν ἤδη
Iliad 24.409: ᾗσι κυσὶν μελειστὶ ταμὼν προύθηκεν Ἀχιλλεύς :
Iliad 24.410: τὸν δ’ αὖτε προσέειπε διάκτορος ἀργειφόντης
Iliad 24.411: ὦ γέρον: οὔ πω τόν γε κύνες φάγον: οὐδ’ οἰωνοί,
Iliad 24.412: ἀλλ’ ἔτι κεῖνος κεῖται Ἀχιλλῆος παρὰ νηὶ
Iliad 24.413: αὑτως ἐν κλισίῃσι δυωδεκάτη δέ οἱ ἠὼς:
Iliad 24.414: κειμένῳ: οὐδέ τί οἱ χρὼς σὴπεται: οὐδέ μιν εὐλαὶ
Iliad 24.415: ἔσθουσ’ αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσιν:
Iliad 24.416: ἦ μέν μιν περὶ σῆμα ἑοῦ ἑτάροιο φίλοιο
Iliad 24.417: ἕλκει ἀκηδέστως ἠὼς ὅτε δῖα φανείη:
Iliad 24.418: οὐδέ μιν αἰσχύνει: θείοιό κεν αὐτὸς ἐπελθὼν.
Iliad 24.419: οἷον ἐερσήεις κεῖται: περὶ δ’ αἷμα νένιπται,
Iliad 24.420: οὐδέ ποθι μιαρὸς: σὺν δ’ ἕλκεα πάντα μέμϋκεν.
Iliad 24.421: ὅσσ’ ἐτύπη: πολέες γὰρ ἐν αὐτῷ χαλκὸν ἔλασσαν:
Iliad 24.422: ὥς τοι κήδονται μάκαρες θεοὶ υἷος ἐῆος
Iliad 24.423: καὶ νέκυός περ ἐόντος: ἐπί σφι φίλος περὶ κῆρι:
Iliad 24.424: ὣς φάτο γήθησεν δ’ ὁ γέρων, καὶ ἀμείβετο μύθῳ:
Iliad 24.425: ὦ τέκος ἦ ῥ’ ἀγαθὸν καὶ αἰνέσιμα δῶρα διδοῦναι
Iliad 24.426: ἀθανάτοις ἐπεὶ οὔ ποτ’ ἐμὸς πάϊς: εἴ ποτ’ ἔην γε
Iliad 24.427: λήθετ’ ἐνὶ μεγάροισι θεῶν οἳ Ὄλυμπον ἔχουσι
Iliad 24.428: τῷ οἱ ἀπεμνήσαντο καὶ ἐν θανάτοιό περ αἴσῃ
Iliad 24.429: ἀλλ’ ἄγε δὴ καὶ τόδε δέξαι ἐμεῦ πάρα καλὸν ἄλεισον.
previous | next |
---|---|
msA 318v | msA 319v |